Τετάρτη 20 Φεβρουαρίου 2013

ΒΙΒΛΙΟΝ Ζ

ΒΙΒΛΙΟΝ Ζ´

Ζ
Τάδε καὶ ἡ ἑβδόμη περιέχει βίβλος
τῆς ἐκκλησιαστικῆς ἱστορίας
Α Περὶ τῆς Δεκίου καὶ Γάλλου κακοτροπίας.
Β Οἱ κατὰ τούσδε Ῥωμαίων ἐπίσκοποι.
Γ Ὅπως Κυπριανὸς ἅμα τοῖς κατ᾿ αὐτὸν ἐπισκόποις τοὺς
ἐξ αἱρετικῆς πλάνης ἐπιστρέφοντας λουτρῷ δεῖν
καθαίρειν πρῶτος ἐδογμάτισεν.
Δ Ὁπόσας περὶ τούτου Διονύσιος συνέταξεν ἐπιστολάς.
Ε Περὶ τῆς μετὰ τὸν διωγμὸν εἰρήνης.
Ϛ Περὶ τῆς κατὰ Σαβέλλιον αἱρέσεως.
Ζ Περὶ τῆς τῶν αἱρετικῶν παμμιάρου πλάνης καὶ τῆς
θεοπόμπου ὁράσεως Διονυσίου οὗ τε παρείληφεν
ἐκκλησιαστικοῦ κανόνος.
Η Περὶ τῆς κατὰ Νοουάτον ἑτεροδοξίας.
Θ Περὶ τοῦ τῶν αἱρετικῶν ἀθέου βαπτίσματος.
Ι Περὶ Οὐαλεριανοῦ καὶ τοῦ κατ᾿ αὐτὸν διωγμοῦ.
ΙΑ Περὶ τῶν τότε Διονυσίῳ καὶ τοῖς κατ᾿ Αἴγυπτον
συμβάντων.
ΙΒ Περὶ τῶν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης μαρτυρη-
σάντων.
ΙΓ Περὶ τῆς κατὰ Γαλλιῆνον εἰρήνης.
ΙΔ Οἱ κατ᾿ ἐκεῖνο συνηκμακότες ἐπίσκοποι.
ΙΕ Ὅπως κατὰ Καισάρειαν Μαρῖνος ἐμαρτύρησεν.
ΙϚ Ἡ κατὰ Ἀστύριον ἱστορία.
ΙΖ Περὶ τῶν κατὰ Πανεάδα σημείων τῆς τοῦ σωτῆρος
ἡμῶν μεγαλουργίας.
ΙΗ Περὶ τοῦ θρόνου Ἰακώβου.
ΙΘ Περὶ τῶν ἑορταστικῶν Διονυσίου ἐπιστολῶν, ἔνθα
καὶ περὶ τοῦ πάσχα κανονίζει.
Κ Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβάντων.
ΚΑ Περὶ τῆς ἐπισκηψάσης νόσου.
ΚΒ Περὶ τῆς Γαλλιήνου βασιλείας.
ΚΓ Περὶ Νέπωτος καὶ τοῦ κατ᾿ αὐτὸν σχίσματος.
ΚΔ Περὶ τῆς Ἰωάννου ἀποκαλύψεως.
ΚΕ Περὶ τῶν ἐπιστολῶν Διονυσίου.
ΚϚ Περὶ Παύλου τοῦ Σαμοσατέως καὶ τῆς ἐν Ἀντιοχείᾳ
συστάσης ὑπ᾿ αὐτοῦ αἱρέσεως.
ΚΖ Περὶ τῶν τότε γνωριζομένων διαφανῶν ἐπισκόπων.
ΚΗ Ὅπως ὁ Παῦλος ἀπελεγχθεὶς ἐξεκηρύχθη.
ΚΘ Περὶ τῆς τῶν Μανιχαίων ἑτεροδόξου διαστροφῆς ἄρτι
τότε ἀρξαμένης.
Λ Περὶ τῶν καθ᾿ ἡμᾶς αὐτοὺς διαπρεψάντων ἐκκλησιασ-
τικῶν ἀνδρῶν τίνες τε αὐτῶν μέχρι τῆς τῶν
ἐκκλησιῶν πολιορκίας διέμειναν.
Τὸν ἕβδομον τῆς ἐκκλησιαστικῆς ἱστορίας αὖθις ὁ μέγας
ἡμῖν Ἀλεξανδρέων ἐπίσκοπος Διονύσιος ἰδίαις φωναῖς
συνεκπονήσει, τῶν καθ᾿ ἑαυτὸν πεπραγμένων ἕκαστα ἐν
μέρει δι᾿ ὧν καταλέλοιπεν ἐπιστολῶν ὑφηγούμενος· ἐμοὶ
δ᾿ ὁ λόγος ἐντεῦθεν ποιήσεται τὴν ἀρχήν.
Δέκιον οὐδ᾿ ὅλον ἐπικρατήσαντα δυεῖν ἐτοῖν χρόνον
αὐτίκα τε ἅμα τοῖς παισὶν κατασφαγέντα Γάλλος διαδέχεται·
Ὠριγένης ἐν τούτῳ ἑνὸς δέοντα τῆς ζωῆς ἑβδομήκοντα
ἀποπλήσας ἔτη, τελευτᾷ. γράφων γέ τοι ὁ Διονύσιος
Ἑρμάμμωνι, περὶ τοῦ Γάλλου ταῦτα φάσκει·
«ἀλλ᾿ οὐδὲ Γάλλος ἔγνω τὸ Δεκίου κακὸν οὐδὲ
προεσκόπησεν τί ποτ᾿ ἐκεῖνον ἔσφηλεν, ἀλλὰ πρὸς τὸν
αὐτὸν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ γενόμενον ἔπταισε λίθον
ὃς εὖ φερομένης αὐτῷ τῆς βασιλείας καὶ κατὰ νοῦν χωρούντων
τῶν πραγμάτων, τοὺς ἱεροὺς ἄνδρας, τοὺς περὶ τῆς εἰρήνης
αὐτοῦ καὶ τῆς ὑγιείας πρεσβεύοντας πρὸς τὸν θεόν, ἤλασεν.
οὐκοῦν σὺν ἐκείνοις ἐδίωξεν καὶ τὰς ὑπὲρ αὐτοῦ
προσευχάς».
ταῦτα μὲν οὖν περὶ τοῦδε·
κατὰ δὲ τὴν Ῥωμαίων πόλιν Κορνηλίου ἔτεσιν ἀμφὶ
τὰ τρία τὴν ἐπισκοπὴν διανύσαντος, Λούκιος κατέστη
διάδοχος, μησὶν δ᾿ οὐδ᾿ ὅλοις οὗτος ὀκτὼ τῇ λειτουργίᾳ
διακονησάμενος, Στεφάνῳ τελευτῶν μεταδίδωσι τὸν κλῆρον.
τούτῳ τὴν πρώτην ὁ Διονύσιος τῶν περὶ βαπτίσματος
ἐπιστολῶν διατυποῦται, ζητήματος οὐ σμικροῦ τηνικάδε
ἀνακινηθέντος, εἰ δέοι τοὺς ἐξ οἵας δ᾿ οὖν αἱρέσεως ἐπι-
στρέφοντας διὰ λουτροῦ καθαίρειν. παλαιοῦ γέ τοι κεκρα-
τηκότος ἔθους ἐπὶ τῶν τοιούτων μόνῃ χρῆσθαι τῇ διὰ
χειρῶν ἐπιθέσεως εὐχῇ.
πρῶτος τῶν τότε Κυπριανός, τῆς κατὰ Καρχηδόνα
παροικίας ποιμήν, οὐδ᾿ ἄλλως ἢ διὰ λουτροῦ πρότερον τῆς
πλάνης ἀποκαθηραμένους προσίεσθαι δεῖν ἡγεῖτο. ἀλλ᾿ ὅ
γε Στέφανος μὴ δεῖν τι νεώτερον παρὰ τὴν κρατήσασαν
ἀρχῆθεν παράδοσιν ἐπικαινοτομεῖν οἰόμενος, ἐπὶ τούτῳ
διηγανάκτει·
πλεῖστα δὴ οὖν αὐτῷ περὶ τούτου διὰ γραμμάτων ὁ
Διονύσιος ὁμιλήσας, τελευτῶν δηλοῖ ὡς ἄρα τοῦ διωγμοῦ
λελωφηκότος αἱ πανταχόσε ἐκκλησίαι τὴν κατὰ Νοουάτον
ἀποστραφεῖσαι νεωτεροποιίαν, εἰρήνην πρὸς ἑαυτὰς ἀνει-
λήφεσαν· γράφει δὲ ὧδε·
«ἴσθι δὲ νῦν, ἀδελφέ, ὅτι ἥνωνται πᾶσαι αἱ πρότερον
διεσχισμέναι κατά τε τὴν ἀνατολὴν ἐκκλησίαι καὶ ἔτι
προσωτέρω, καὶ πάντες εἰσὶν ὁμόφρονες οἱ πανταχοῦ
προεστῶτες, χαίροντες καθ᾿ ὑπερβολὴν ἐπὶ τῇ παρὰ
προσδοκίαν εἰρήνῃ γενομένῃ, Δημητριανὸς ἐν Ἀντιοχείᾳ,
Θεόκτιστος ἐν Καισαρείᾳ, Μαζαβάνης ἐν Αἰλίᾳ, Μαρῖνος
ἐν Τύρῳ κοιμηθέντος Ἀλεξάνδρου, Ἡλιόδωρος ἐν
Λαοδικείᾳ ἀναπαυσαμένου Θηλυμίδρου, Ἕλενος ἐν Ταρσῷ
καὶ πᾶσαι αἱ τῆς Κιλικίας ἐκκλησίαι, Φιρμιλιανὸς καὶ πᾶσα
Καππαδοκία· τοὺς γὰρ περιφανεστέρους μόνους τῶν
ἐπισκόπων ὠνόμασα, ἵνα μήτε μῆκος τῇ ἐπιστολῇ μήτε
βάρος προσάψω τῷ λόγῳ. αἱ μέντοι Συρίαι ὅλαι καὶ ἡ
Ἀραβία, οἷς ἐπαρκεῖτε ἑκάστοτε καὶ οἷς νῦν ἐπεστείλατε,
ἥ τε Μεσοποταμία Πόντος τε καὶ Βιθυνία καὶ συνελόντι
εἰπεῖν ἀγαλλιῶνται πάντες πανταχοῦ τῇ ὁμονοίᾳ καὶ
φιλαδελφίᾳ, δοξάζοντες τὸν θεόν».
ταῦτα μὲν ὁ Διονύσιος· Στέφανον δ᾿ ἐπὶ δυσὶν
ἀποπλήσαντα τὴν λειτουργίαν ἔτεσιν, Ξύστος διαδέχεται.
τούτῳ δευτέραν ὁ Διονύσιος περὶ βαπτίσματος χαράξας
ἐπιστολήν, ὁμοῦ τὴν Στεφάνου καὶ τῶν λοιπῶν ἐπισκόπων
γνώμην τε καὶ κρίσιν δηλοῖ, περὶ τοῦ Στεφάνου λέγων
ταῦτα·
«ἐπεστάλκει μὲν οὖν πρότερον καὶ περὶ Ἑλένου καὶ
περὶ Φιρμιλιανοῦ καὶ πάντων τῶν τε ἀπὸ Κιλικίας καὶ
Καππαδοκίας καὶ δῆλον ὅτι Γαλατίας καὶ πάντων τῶν ἑξῆς
ὁμορούντων ἐθνῶν, ὡς οὐδὲ ἐκείνοις κοινωνήσων διὰ τὴν
αὐτὴν ταύτην αἰτίαν, ἐπειδὴ τοὺς αἱρετικούς, φησίν,
ἀναβαπτίζουσιν. καὶ σκόπει τὸ μέγεθος τοῦ πράγματος.
ὄντως γὰρ δόγματα περὶ τούτου γέγονεν ἐν ταῖς μεγίσταις
τῶν ἐπισκόπων συνόδοις, ὡς πυνθάνομαι, ὥστε τοὺς
προσιόντας ἀπὸ αἱρέσεων προκατηχηθέντας εἶτα ἀπολούε-
σθαι καὶ ἀνακαθαίρεσθαι τὸν τῆς παλαιᾶς καὶ ἀκαθάρτου
ζύμης ῥύπον. καὶ περὶ τούτων αὐτοῦ πάντων δεόμενος
ἐπέστειλα».
καὶ μεθ᾿ ἕτερά φησιν.
«καὶ τοῖς ἀγαπητοῖς δὲ ἡμῶν καὶ συμπρεσβυτέροις
Διονυσίῳ καὶ Φιλήμονι, συμψήφοις πρότερον Στεφάνῳ
γενομένοις καὶ περὶ τῶν αὐτῶν μοι γράφουσιν, πρότερον
μὲν ὀλίγα, καὶ νῦν δὲ διὰ πλειόνων ἐπέστειλα».
Ἀλλὰ ταῦτα μὲν περὶ τοῦ δηλουμένου ζητήματος·
σημαίνων δὲ ἐν ταὐτῷ καὶ περὶ τῶν κατὰ Σαβέλλιον
αἱρετικῶν ὡς κατ᾿ αὐτὸν ἐπιπολαζόντων, ταῦτά φησιν·
«περὶ γὰρ τοῦ νῦν κινηθέντος ἐν τῇ Πτολεμαΐδι τῆς
Πενταπόλεως δόγματος, ὄντος ἀσεβοῦς καὶ βλασφημίαν
πολλὴν ἔχοντος περὶ τοῦ παντοκράτορος θεοῦ πατρὸς
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπιστίαν τε πολλὴν
περὶ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ, τοῦ πρωτοτόκου
πάσης κτίσεως, τοῦ ἐνανθρωπήσαντος λόγου, ἀναισθησίαν
δὲ τοῦ ἁγίου πνεύματος, ἐλθόντων ἑκατέρωθεν πρὸς ἐμὲ
καὶ προγραμμάτων καὶ τῶν διαλεξομένων ἀδελφῶν,
ἐπέστειλά τινα, ὡς ἐδυνήθην, παρασχόντος τοῦ θεοῦ,
διδασκαλικώτερον ὑφηγούμενος, ὧν τὰ ἀντίγραφα ἔπεμψά
σοι».
Καὶ ἐν τῇ τρίτῃ δὲ τῶν περὶ βαπτίσματος, ἣν
Φιλήμονι τῷ κατὰ Ῥώμην πρεσβυτέρῳ ὁ αὐτὸς γράφει
Διονύσιος, ταῦτα παρατίθεται·
«ἐγὼ δὲ καὶ τοῖς συντάγμασιν καὶ ταῖς παραδόσεσιν
τῶν αἱρετικῶν ἐνέτυχον, χραίνων μέν μου πρὸς ὀλίγον
τὴν ψυχὴν ταῖς παμμιάροις αὐτῶν ἐνθυμήσεσιν, ὄνησιν δ᾿
οὖν ἀπ᾿ αὐτῶν ταύτην λαμβάνων, τὸ ἐξελέγχειν αὐτοὺς
παρ᾿ ἐμαυτῷ καὶ πολὺ πλέον βδελύττεσθαι. καὶ δή
τινος ἀδελφοῦ τῶν πρεσβυτέρων με ἀπείργοντος καὶ δεδιττο-
μένου συμφύρεσθαι τῷ τῆς πονηρίας αὐτῶν βορβόρῳ,
λυμανεῖσθαι γὰρ τὴν ψυχὴν τὴν ἐμαυτοῦ, καὶ ἀληθῆ γε
λέγοντος, ὡς ᾐσθόμην· ὅραμα θεόπεμπτον προσελθὸν
ἐπέρρωσέν με, καὶ λόγος πρός με γενόμενος προσέταξεν,
διαρρήδην λέγων· «πᾶσιν ἐντύγχανε οἷς ἂν εἰς χεῖρας
λάβοις· διευθύνειν γὰρ ἕκαστα καὶ δοκιμάζειν ἱκανὸς εἶ,
καί σοι γέγονεν τοῦτο ἐξ ἀρχῆς καὶ τῆς πίστεως αἴτιον».
ἀπεδεξάμην τὸ ὅραμα, ὡς ἀποστολικῇ φωνῇ συντρέχον τῇ
λεγούσῃ πρὸς τοὺς δυνατωτέρους γίνεσθε δόκιμοι τρα-
πεζῖται».
εἶτά τινα περὶ πασῶν εἰπὼν τῶν αἱρέσεων, ἐπιφέρει
λέγων·
«τοῦτον ἐγὼ τὸν κανόνα καὶ τὸν τύπον παρὰ τοῦ μακαρίου
πάπα ἡμῶν Ἡρακλᾶ παρέλαβον. τοὺς γὰρ προσιόντας ἀπὸ
τῶν αἱρέσεων, καίτοι τῆς ἐκκλησίας ἀποστάντας, μᾶλλον
δὲ οὐδὲ ἀποστάντας, ἀλλὰ συνάγεσθαι μὲν δοκοῦντας,
καταμηνυθέντας δὲ ὡς προσφοιτῶντάς τινι τῶν ἑτεροδι-
δασκαλούντων, ἀπελάσας τῆς ἐκκλησίας, δεομένους οὐ
προσήκατο, ἕως δημοσίᾳ πάντα ὅσα ἀκηκόασιν παρὰ τοῖς
ἀντιδιατιθεμένοις ἐξέφρασαν, καὶ τότε συνήγαγεν αὐτούς,
οὐ δεηθεὶς ἐπ᾿ αὐτῶν ἑτέρου βαπτίσματος· τοῦ γὰρ ἁγίου
πρότερον παρ᾿ αὐτοῦ τετυχήκεσαν».
πάλιν δὲ ἐπὶ πολὺ γυμνάσας τὸ πρόβλημα, ταῦτ᾿
ἐπιλέγει·
«μεμάθηκα καὶ τοῦτο ὅτι μὴ νῦν οἱ ἐν Ἀφρικῇ μόνον
τοῦτο παρεισήγαγον, ἀλλὰ καὶ πρὸ πολλοῦ κατὰ τοὺς πρὸ
ἡμῶν ἐπισκόπους ἐν ταῖς πολυανθρωποτάταις ἐκκλησίαις
καὶ ταῖς συνόδοις τῶν ἀδελφῶν, ἐν Ἰκονίῳ καὶ Συνάδοις
καὶ παρὰ πολλοῖς, τοῦτο ἔδοξεν· ὧν τὰς βουλὰς ἀνατρέπων
εἰς ἔριν αὐτοὺς καὶ φιλονεικίαν ἐμβαλεῖν οὐχ ὑπομένω. οὐ
γὰρ μετακινήσεις, φησίν, ὅρια τοῦ πλησίον σου,
ἃ ἔθεντο οἱ πατέρες σου».
Ἡ τετάρτη αὐτοῦ τῶν περὶ βαπτίσματος ἐπιστολῶν
πρὸς τὸν κατὰ Ῥώμην ἐγράφη Διονύσιον, τότε μὲν πρεσβείου
ἠξιωμένον, οὐκ εἰς μακρὸν δὲ καὶ τὴν ἐπισκοπὴν τῶν ἐκεῖσε
παρειληφότα· ἐξ ἧς γνῶναι πάρεστιν ὅπως καὶ αὐτὸς οὗτος
λόγιός τε καὶ θαυμάσιος πρὸς τοῦ κατ᾿ Ἀλεξάνδρειαν
Διονυσίου μεμαρτύρηται. γράφει δὲ αὐτῷ μεθ᾿ ἕτερα τῶν
κατὰ Νοουάτον μνημονεύων ἐν τούτοις·
«Νοουατιανῷ μὲν γὰρ εὐλόγως ἀπεχθανόμεθα, διακόψαντι
τὴν ἐκκλησίαν καί τινας τῶν ἀδελφῶν εἰς ἀσεβείας καὶ
βλασφημίας ἑλκύσαντι καὶ περὶ τοῦ θεοῦ διδασκαλίαν
ἀνοσιωτάτην ἐπεισκυκλήσαντι καὶ τὸν χρηστότατον κύριον
ἡμῶν Ἰησοῦν Χριστὸν ὡς ἀνηλεῆ συκοφαντοῦντι, ἐπὶ πᾶσι
δὲ τούτοις τὸ λουτρὸν ἀθετοῦντι τὸ ἅγιον καὶ τήν τε πρὸ
αὐτοῦ πίστιν καὶ ὁμολογίαν ἀνατρέποντι τό τε πνεῦμα τὸ
ἅγιον ἐξ αὐτῶν, εἰ καί τις ἦν ἐλπὶς τοῦ παραμεῖναι ἢ καὶ
ἐπανελθεῖν πρὸς αὐτούς, παντελῶς φυγαδεύοντι».
Καὶ ἡ πέμπτη δὲ αὐτῷ πρὸς τὸν Ῥωμαίων ἐπίσκοπον
Ξύστον γέγραπτο· ἐν ᾗ πολλὰ κατὰ τῶν αἱρετικῶν εἰπών,
τοιοῦτόν τι γεγονὸς κατ᾿ αὐτὸν ἐκτίθεται, λέγων·
«καὶ γὰρ ὄντως, ἀδελφέ, καὶ συμβουλῆς δέομαι καὶ
γνώμην αἰτῶ παρὰ σοῦ, τοιούτου τινός μοι προσελθόντος
πράγματος, δεδιὼς μὴ ἄρα σφάλλομαι. τῶν γὰρ
συναγομένων ἀδελφῶν πιστὸς νομιζόμενος ἀρχαῖος καὶ πρὸ
τῆς ἐμῆς χειροτονίας, οἶμοι δὲ καὶ τῆς τοῦ μακαρίου
Ἡρακλᾶ καταστάσεως, τῆς συναγωγῆς μετασχών, τοῖς
ὑπόγυον βαπτιζομένοις παρατυχὼν καὶ τῶν ἐπερωτήσεων
καὶ τῶν ἀποκρίσεων ἐπακούσας, προσῆλθέν μοι κλαίων
καὶ καταθρηνῶν ἑαυτὸν καὶ πίπτων πρὸ τῶν ποδῶν μου,
ἐξομολογούμενος μὲν καὶ ἐξομνύμενος τὸ βάπτισμα, ὃ
παρὰ τοῖς αἱρετικοῖς βεβάπτιστο, μὴ τοῦτο εἶναι μηδὲ
ὅλως ἔχειν τινὰ πρὸς τοῦτο κοινωνίαν, ἀσεβείας γὰρ ἐκεῖνο
καὶ βλασφημιῶν πεπληρῶσθαι, λέγων δὲ πάνυ τι
τὴν ψυχὴν νῦν κατανενύχθαι καὶ μηδὲ παρρησίαν ἔχειν
ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς τὸν θεὸν ἀπὸ τῶν ἀνοσίων
ἐκείνων ῥημάτων καὶ πραγμάτων ὁρμώμενος, καὶ διὰ τοῦτο
δεόμενος τῆς εἰλικρινεστάτης ταύτης καθάρσεως καὶ
παραδοχῆς καὶ χάριτος τυχεῖν· ὅπερ ἐγὼ μὲν οὐκ
ἐτόλμησα ποιῆσαι, φήσας αὐτάρκη τὴν πολυχρόνιον αὐτῷ
κοινωνίαν εἰς τοῦτο γεγονέναι. εὐχαριστίας γὰρ ἐπακούσαντα
καὶ συνεπιφθεγξάμενον τὸ ἀμὴν καὶ τραπέζῃ παραστάντα
καὶ χεῖρας εἰς ὑποδοχὴν τῆς ἁγίας τροφῆς προτείναντα καὶ
ταύτην καταδεξάμενον καὶ τοῦ σώματος καὶ τοῦ αἵματος
τοῦ κυρίου ἡμῶν μετασχόντα ἱκανῷ χρόνῳ, οὐκ ἂν ἐξ
ὑπαρχῆς ἀνασκευάζειν ἔτι τολμήσαιμι· θαρσεῖν δὲ ἐκέλευον
καὶ μετὰ βεβαίας πίστεως καὶ ἀγαθῆς ἐλπίδος τῇ μετοχῇ
τῶν ἁγίων προσιέναι. ὃ δὲ οὔτε πενθῶν παύεται
πέφρικέν τε τῇ τραπέζῃ προσιέναι καὶ μόλις παρακαλούμενος
συνεστάναι ταῖς προσευχαῖς ἀνέχεται».
ἐπὶ ταῖς προειρημέναις φέρεταί τις καὶ ἄλλη τοῦ
αὐτοῦ περὶ βαπτίσματος ἐπιστολή, ἐξ αὐτοῦ καὶ ἧς ἡγεῖτο
παροικίας Ξύστῳ καὶ τῇ κατὰ Ῥώμην ἐκκλησίᾳ προσπεφω-
νημένη, ἐν ᾗ διὰ μακρᾶς ἀποδείξεως τὸν περὶ τοῦ
ὑποκειμένου ζητήματος παρατείνει λόγον. καὶ ἄλλη δέ τις
αὐτοῦ μετὰ ταύτας φέρεται πρὸς τὸν κατὰ Ῥώμην Διονύσιον,
ἡ περὶ Λουκιανοῦ. καὶ περὶ μὲν τούτων τοσαῦτα.
Οἵ γε μὴν ἀμφὶ τὸν Γάλλον οὐδ᾿ ὅλοις ἔτεσιν δύο
τὴν ἀρχὴν ἐπικατασχόντες, ἐκποδὼν μεθίστανται, Οὐαλερια-
νὸς δ᾿ ἅμα παιδὶ Γαλλιήνῳ διαδέχεται τὴν ἡγεμονίαν.
αὖθις δὴ οὖν ὁ Διονύσιος οἷα καὶ περὶ τούτου διέξεισιν,
ἐκ τῆς πρὸς Ἑρμάμμωνα ἐπιστολῆς μαθεῖν ἔστιν, ἐν ᾗ
τοῦτον ἱστορεῖ τὸν τρόπον·
«καὶ τῷ Ἰωάννῃ δὲ ὁμοίως ἀποκαλύπτεται· καὶ ἐδόθη
γὰρ αὐτῷ, φησίν, στόμα λαλοῦν μεγάλα καὶ βλασ-
φημίαν, καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ μῆνες τεσ-
σαράκοντα δύο. ἀμφότερα δὲ ἔστιν ἐπὶ Οὐαλερια-
νοῦ θαυμάσαι καὶ τούτων μάλιστα τὰ πρὸ αὐτοῦ ὡς οὕτως
ἔσχεν, συννοεῖν ὡς μὲν ἤπιος καὶ φιλόφρων ἦν πρὸς τοὺς
ἀνθρώπους τοῦ θεοῦ· οὐδὲ γὰρ ἄλλος τις οὕτω τῶν πρὸ
αὐτοῦ βασιλέων εὐμενῶς καὶ δεξιῶς πρὸς αὐτοὺς διετέθη, οὐδ᾿
οἱ λεχθέντες ἀναφανδὸν Χριστιανοὶ γεγονέναι, ὡς ἐκεῖνος
οἰκειότατα ἐν ἀρχῇ καὶ προσφιλέστατα φανερὸς ἦν αὐτοὺς
ἀποδεχόμενος, καὶ πᾶς τε ὁ οἶκος αὐτοῦ θεοσεβῶν πεπλήρωτο
καὶ ἦν ἐκκλησία θεοῦ· ἀποσκευάσασθαι δὲ παρέπεισεν
αὐτὸν ὁ διδάσκαλος καὶ τῶν ἀπ᾿ Αἰγύπτου μάγων ἀρχισυ-
νάγωγος, τοὺς μὲν καθαροὺς καὶ ὁσίους ἄνδρας κτείνεσθαι καὶ
διώκεσθαι κελεύων ὡς ἀντιπάλους καὶ κωλυτὰς τῶν
παμμιάρων καὶ βδελυκτῶν ἐπαοιδῶν ὑπάρχοντας, (καὶ
γὰρ εἰσὶν καὶ ἦσαν ἱκανοί, παρόντες καὶ ὁρώμενοι καὶ
μόνον ἐμπνέοντες καὶ φθεγγόμενοι διασκεδάσαι τὰς τῶν
ἀλιτηρίων δαιμόνων ἐπιβουλάς), τελετὰς δὲ ἀνάγνους καὶ
μαγγανείας ἐξαγίστους καὶ ἱερουργίας ἀκαλλιερήτους ἐπι-
τελεῖν ὑποτιθέμενος, παῖδας ἀθλίους ἀποσφάττειν καὶ τέκνα
δυστήνων πατέρων καταθύειν καὶ σπλάγχνα νεογενῆ διαιρεῖν
καὶ τὰ τοῦ θεοῦ διακόπτειν καὶ καταχορδεύειν πλάσματα,
ὡς ἐκ τούτων εὐδαιμονήσοντας».
καὶ τούτοις γε ἐπιφέρει λέγων·
«καλὰ γοῦν αὐτοῖς Μακριανὸς τῆς ἐλπιζομένης βασιλείας
προσήνεγκεν χαριστήρια· ὃς πρότερον μὲν ἐπὶ τῶν καθόλου
λόγων λεγόμενος εἶναι βασιλέως, οὐδὲν εὔλογον οὐδὲ
καθολικὸν ἐφρόνησεν, ἀλλ᾿ ὑποπέπτωκεν ἀρᾷ προφητικῇ
τῇ λεγούσῃ· οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας
αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν· οὐ γὰρ
συνῆκεν τὴν καθόλου πρόνοιαν, οὐδὲ τὴν κρίσιν ὑπείδετο τοῦ
πρὸ πάντων καὶ διὰ πάντων καὶ ἐπὶ πᾶσιν, δι᾿ ὃ καὶ τῆς
μὲν καθολικῆς αὐτοῦ ἐκκλησίας γέγονεν πολέμιος, ἠλλοτρίω-
σεν δὲ καὶ ἀπεξένωσεν ἑαυτὸν τοῦ ἐλέους τοῦ θεοῦ καὶ ὡς
πορρωτάτω τῆς ἑαυτοῦ σωτηρίας ἐφυγάδευσεν, ἐν τούτῳ τὸ
ἴδιον ἐπαληθεύων ὄνομα».
καὶ πάλιν μεθ᾿ ἕτερά φησιν·
«ὁ μὲν γὰρ Οὐαλεριανὸς εἰς ταῦτα ὑπὸ τούτου προαχθείς,
εἰς ὕβρεις καὶ ὀνειδισμοὺς ἐκδοθείς, κατὰ τὸ ῥηθὲν πρὸς
Ἡσαΐαν· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν
καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέ-
λησεν, καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν,
καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· οὗτος
δὲ τῇ βασιλείᾳ παρὰ τὴν ἀξίαν ἐπιμανεὶς καὶ τὸν βασί-
λειον ὑποδῦναι κόσμον ἀδυνατῶν ἀναπήρῳ τῷ σώματι,
τοὺς δύο παῖδας τὰς πατρῴας ἀναδεξαμένους ἁμαρτίας
προεστήσατο. ἐναργὴς γὰρ ἐπὶ τούτων ἡ πρόρρησις ἣν
εἶπεν ὁ θεός· ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ
τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς
μισοῦσίν με. τὰς γὰρ ἰδίας πονηρὰς ἐπιθυμίας ὧν
ἠτύχει, ταῖς τῶν υἱῶν κεφαλαῖς ἐπιβαλών, εἰς ἐκείνους τὴν
ἑαυτοῦ κακίαν καὶ τὸ πρὸς τὸν θεὸν μῖσος ἐξωμόρξατο».
καὶ περὶ μὲν τοῦ Οὐαλεριανοῦ τοσαῦτα ὁ Διονύσιος.
Περὶ δὲ τοῦ κατ᾿ αὐτὸν διωγμοῦ σφοδρότατα
πνεύσαντος οἷα σὺν ἑτέροις ὁ αὐτὸς διὰ τὴν εἰς τὸν τῶν
ὅλων θεὸν εὐσέβειαν ὑπέστη, δηλώσουσιν αἱ αὐτοῦ φωναὶ
ἃς πρὸς Γερμανὸν τῶν κατ᾿ αὐτὸν ἐπισκόπων κακῶς
ἀγορεύειν αὐτὸν πειρώμενον ἀποτεινόμενος, τοῦτον παρα-
τίθεται τὸν τρόπον·
«εἰς ἀφροσύνην δὲ κινδυνεύω πολλὴν καὶ ἀναισθησίαν
ὄντως ἐμπεσεῖν, εἰς ἀνάγκην συμβιβαζόμενος τοῦ διηγεῖσθαι
τὴν θαυμαστὴν περὶ ἡμᾶς οἰκονομίαν τοῦ θεοῦ· ἀλλ᾿ ἐπεὶ
μυστήριον, φησίν, βασιλέως κρύψαι καλόν, τὰ δὲ
ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἔνδοξον, ὁμόσε χωρήσω
τῇ Γερμανοῦ βίᾳ. ἧκον πρὸς Αἰμιλιανόν, οὐ μόνος,
ἠκολούθησαν δέ μοι συμπρεσβύτερός τέ μου Μάξιμος καὶ διά-
κονοι Φαῦστος Εὐσέβιος Χαιρήμων, καί τις τῶν ἀπὸ Ῥώμης
παρόντων ἀδελφῶν ἡμῖν συνεισῆλθεν. Αἰμιλιανὸς δὲ οὐκ
εἶπέν μοι προηγουμένως «μὴ σύναγε». περιττὸν γὰρ τοῦτο
ἦν αὐτῷ καὶ τὸ τελευταῖον, ἐπὶ τὸ πρῶτον ἀνατρέχοντι·
οὐ γὰρ περὶ τοῦ μὴ συνάγειν ἑτέρους ὁ λόγος ἦν αὐτῷ, ἀλλὰ
περὶ τοῦ μηδ᾿ αὐτοὺς ἡμᾶς εἶναι Χριστιανούς, καὶ τούτου
προσέταττεν πεπαῦσθαι, εἰ μεταβαλοίμην ἐγώ, καὶ τοὺς
ἄλλους ἕψεσθαί μοι νομίζων. ἀπεκρινάμην δὲ οὐκ
ἀπεοικότως οὐδὲ μακρὰν τοῦ πειθαρχεῖν δεῖ θεῷ μᾶλ-
λον ἢ ἀνθρώποις, ἀλλ᾿ ἄντικρυς διεμαρτυράμην ὅτι τὸν
θεὸν τὸν ὄντα μόνον καὶ οὐδένα ἕτερον σέβω οὐδ᾿ ἂν μετα-
θείμην οὐδὲ παυσαίμην ποτὲ Χριστιανὸς ὤν. ἐπὶ τούτοις
ἐκέλευσεν ἡμᾶς ἀπελθεῖν εἰς κώμην πλησίον τῆς ἐρήμου
καλουμένην Κεφρώ. αὐτῶν δὲ ἐπακούσατε τῶν ὑπ᾿
ἀμφοτέρων λεχθέντων ὡς ὑπεμνηματίσθη.
«εἰσαχθέντων Διονυσίου καὶ Φαύστου καὶ Μαξίμου καὶ
Μαρκέλλου καὶ Χαιρήμονος, Αἰμιλιανὸς διέπων τὴν ἡγεμονίαν
εἶπεν· «καὶ ἀγράφως ὑμῖν διελέχθην περὶ τῆς φιλανθρωπίας
τῶν κυρίων ἡμῶν ᾗ περὶ ὑμᾶς κέχρηνται· δεδώκασιν
γὰρ ἐξουσίαν ὑμῖν σωτηρίας, εἰ βούλοισθε ἐπὶ τὸ κατὰ φύσιν
τρέπεσθαι καὶ θεοὺς τοὺς σῴζοντας αὐτῶν τὴν βασιλείαν
προσκυνεῖν, ἐπιλαθέσθαι δὲ τῶν παρὰ φύσιν. τί οὖν φατὲ
πρὸς ταῦτα; οὐδὲ γὰρ ἀχαρίστους ὑμᾶς ἔσεσθαι περὶ τὴν
φιλανθρωπίαν αὐτῶν προσδοκῶ, ἐπειδήπερ ἐπὶ τὰ βελτίω
ὑμᾶς προτρέπονται».
«Διονύσιος ἀπεκρίνατο· «οὐ πάντες πάντας προσκυ-
νοῦσι θεούς, ἀλλ᾿ ἕκαστοι τινάς, οὓς νομίζουσιν· ἡμεῖς
τοίνυν τὸν ἕνα θεὸν καὶ δημιουργὸν τῶν ἁπάντων, τὸν καὶ
τὴν βασιλείαν ἐγχειρίσαντα τοῖς θεοφιλεστάτοις Οὐαλεριανῷ
καὶ Γαλλιήνῳ Σεβαστοῖς, τοῦτον καὶ σέβομεν καὶ προσκυ-
νοῦμεν, καὶ τούτῳ διηνεκῶς ὑπὲρ τῆς βασιλείας αὐτῶν,
ὅπως ἀσάλευτος διαμείνῃ, προσευχόμεθα».
«Αἰμιλιανὸς διέπων τὴν ἡγεμονίαν αὐτοῖς εἶπεν·
«τίς γὰρ ὑμᾶς κωλύει καὶ τοῦτον, εἴπερ ἐστὶν θεός, μετὰ
τῶν κατὰ φύσιν θεῶν προσκυνεῖν; θεοὺς γὰρ σέβειν
ἐκελεύσθητε, καὶ θεοὺς οὓς πάντες ἴσασιν».
«Διονύσιος ἀπεκρίνατο· «ἡμεῖς οὐδένα ἕτερον προσκυ-
νοῦμεν».
«Αἰμιλιανὸς διέπων τὴν ἡγεμονίαν αὐτοῖς εἶπεν·
«ὁρῶ ὑμᾶς ὁμοῦ καὶ ἀχαρίστους ὄντας καὶ ἀναισθήτους τῆς
πρᾳότητος τῶν Σεβαστῶν ἡμῶν· δι᾿ ὅπερ οὐκ ἔσεσθε ἐν
τῇ πόλει ταύτῃ, ἀλλὰ ἀποσταλήσεσθε εἰς τὰ μέρη τῆς
Λιβύης καὶ ἐν τόπῳ λεγομένῳ Κεφρώ· τοῦτον γὰρ τὸν
τόπον ἐξελεξάμην ἐκ τῆς κελεύσεως τῶν Σεβαστῶν ἡμῶν.
οὐδαμῶς δὲ ἐξέσται οὔτε ὑμῖν οὔτε ἄλλοις τισὶν ἢ συνόδους
ποιεῖσθαι ἢ εἰς τὰ καλούμενα κοιμητήρια εἰσιέναι. εἰ
δέ τις φανείη ἢ μὴ γενόμενος εἰς τὸν τόπον τοῦτον ὃν
ἐκέλευσα, ἢ ἐν συναγωγῇ τινι εὑρεθείη, ἑαυτῷ τὸν κίνδυνον
ἐπαρτήσει· οὐ γὰρ ἐπιλείψει ἡ δέουσα ἐπιστρέφεια. ἀπόστητε
οὖν ὅπου ἐκελεύσθητε».
«καὶ νοσοῦντα δέ με κατήπειξεν, οὐδὲ μιᾶς ὑπέρθεσιν
δοὺς ἡμέρας. ποίαν οὖν ἔτι τοῦ συνάγειν ἢ μὴ συνάγειν
εἶχον σχολήν;»
εἶτα μεθ᾿ ἕτερά φησιν·
«ἀλλ᾿ οὐδὲ τῆς αἰσθητῆς ἡμεῖς μετὰ τοῦ κυρίου
συναγωγῆς ἀπέστημεν, ἀλλὰ τοὺς μὲν ἐν τῇ πόλει σπου-
δαιότερον συνεκρότουν ὡς συνών, ἀπὼν μὲν τῷ σώματι,
ὡς εἶπεν, παρὼν δὲ τῷ πνεύματι, ἐν δὲ τῇ Κεφροῖ καὶ
πολλὴ συνεπεδήμησεν ἡμῖν ἐκκλησία, τῶν μὲν ἀπὸ τῆς
πόλεως ἀδελφῶν ἑπομένων, τῶν δὲ συνιόντων ἀπ᾿ Αἰγύπτου.
κἀκεῖ θύραν ἡμῖν ὁ θεὸς ἀνέῳξεν τοῦ λόγου. καὶ
τὸ μὲν πρῶτον ἐδιώχθημεν, ἐλιθοβολήθημεν, ὕστερον δέ
τινες οὐκ ὀλίγοι τῶν ἐθνῶν τὰ εἴδωλα καταλιπόντες,
ἐπέστρεψαν ἐπὶ τὸν θεόν· οὐ πρότερον δὲ παραδεξαμένοις
αὐτοῖς τότε πρῶτον δι᾿ ἡμῶν ὁ λόγος ἐπεσπάρη, καὶ
ὥσπερ τούτου ἕνεκεν ἀπαγαγὼν ἡμᾶς πρὸς αὐτοὺς ὁ θεός,
ἐπεὶ τὴν διακονίαν ταύτην ἐπληρώσαμεν, πάλιν ἀπαγήοχεν.
ὁ γὰρ Αἰμιλιανὸς εἰς τραχυτέρους μέν, ὡς ἐδόκει, καὶ
λιβυκωτέρους ἡμᾶς μεταστῆσαι τόπους ἐβουλήθη, καὶ
τοὺς πανταχόσε εἰς τὸν Μαρεώτην ἐκέλευσεν συρρεῖν,
κώμας ἑκάστοις τῶν κατὰ χώραν ἀφορίσας, ἡμᾶς δὲ μᾶλλον
ἐν ὁδῷ καὶ πρώτους καταληφθησομένους ἔταξεν. ᾠκονόμει
γὰρ δῆλον ὅτι καὶ παρεσκεύαζεν ἵνα ὁπόταν βουληθείη
συλλαβεῖν, πάντας εὐαλώτους ἔχοι.
«ἐγὼ δὲ ὅτε μὲν εἰς Κεφρὼ κεκελεύσμην ἀπελθεῖν,
καὶ τὸν τόπον ἠγνόουν ὅποι ποτὲ οὗτός ἐστιν, οὐδὲ τὸ
ὄνομα σχεδὸν πρότερον ἀκηκοώς, καὶ ὅμως εὐθύμως καὶ
ἀταράχως ἀπῄειν· ἐπεὶ δὲ μετασκηνώσειν εἰς τὰ Κολλουθίω-
νος ἀπηγγέλη μοι, ἴσασιν οἱ παρόντες ὅπως διετέθην (ἐνταῦθα
γὰρ ἐμαυτοῦ κατηγορήσω), τὸ μὲν πρῶτον ἠχθέσθην
καὶ λίαν ἐχαλέπηνα· καὶ γὰρ εἰ γνωριμώτεροι καὶ συνη-
θέστεροι ἐτύγχανον ἡμῖν οἱ τόποι, ἀλλ᾿ ἔρημον μὲν ἀδελφῶν
καὶ σπουδαίων ἀνθρώπων ἔφασκον εἶναι τὸ χωρίον, ταῖς δὲ
τῶν ὁδοιπορούντων ἐνοχλήσεσιν καὶ λῃστῶν καταδρομαῖς
ἐκκείμενον· ἔτυχον δὲ παραμυθίας, ὑπομνησάντων
με τῶν ἀδελφῶν ὅτι γειτνιῴη μᾶλλον τῇ πόλει καὶ ἡ μὲν
Κεφρὼ πολλὴν ἡμῖν ἦγεν ἀδελφῶν τῶν ἀπ᾿ Αἰγύπτου τὴν
ἐπιμιξίαν, ὡς πλατύτερον ἐκκλησιάζειν δύνασθαι, ἐκεῖ
δέ, πλησιαίτερον οὔσης τῆς πόλεως, συνεχέστερον τῆς τῶν
ὄντως ἀγαπητῶν καὶ οἰκειοτάτων καὶ φιλτάτων ὄψεως
ἀπολαύσομεν· ἀφίξονται γὰρ καὶ ἀναπαύσονται καὶ ὡς
ἐν προαστείοις πορρωτέρω κειμένοις κατὰ μέρος ἔσονται
συναγωγαί. καὶ οὕτως ἐγένετο».
καὶ μεθ᾿ ἕτερα περὶ τῶν συμβεβηκότων αὐτῷ αὖθις
ταῦτα γράφει·
«πολλαῖς γε ταῖς ὁμολογίαις Γερμανὸς σεμνύνεται, πολλά
γε εἰπεῖν ἔχει καθ᾿ ἑαυτοῦ γενόμενα· ὅσας ἀριθμῆσαι
δύναται περὶ ἡμῶν ἀποφάσεις, δημεύσεις, προγραφάς,
ὑπαρχόντων ἁρπαγάς, ἀξιωμάτων ἀποθέσεις, δόξης κοσμι-
κῆς ὀλιγωρίας, ἐπαίνων ἡγεμονικῶν καὶ βουλευτικῶν
καταφρονήσεις καὶ τῶν ἐναντίων, ἀπειλῶν καὶ καταβοήσεων
καὶ κινδύνων καὶ διωγμῶν καὶ πλάνης καὶ στενοχωρίας
καὶ ποικίλης θλίψεως ὑπομονήν, οἷα τὰ ἐπὶ Δεκίου καὶ
Σαβίνου συμβάντα μοι, οἷα μέχρι νῦν Αἰμιλιανοῦ. ποῦ
δὲ Γερμανὸς ἐφάνη; τίς δὲ περὶ αὐτοῦ λόγος; ἀλλὰ τῆς
πολλῆς ἀφροσύνης, εἰς ἣν ἐμπίπτω διὰ Γερμανόν, ὑφίεμαι,
δι᾿ ὃ καὶ τὴν καθ᾿ ἕκαστον τῶν γενομένων διήγησιν παρίημι
τοῖς εἰδόσιν ἀδελφοῖς λέγειν».
ὁ δ᾿ αὐτὸς καὶ ἐν τῇ πρὸς Δομέτιον καὶ Δίδυμον
ἐπιστολῇ τῶν ἀμφὶ τὸν διωγμὸν αὖθις μνημονεύει ἐν τούτοις·
«τοὺς δὲ ἡμετέρους, πολλούς τε ὄντας καὶ ἀγνῶτας ὑμῖν,
περισσὸν ὀνομαστὶ καταλέγειν, πλὴν ἴστε ὅτι ἄνδρες καὶ
γυναῖκες, καὶ νέοι καὶ γέροντες, καὶ κόραι καὶ πρεσβύτιδες,
καὶ στρατιῶται καὶ ἰδιῶται, καὶ πᾶν γένος καὶ πᾶσα
ἡλικία, οἳ μὲν διὰ μαστίγων καὶ πυρός, οἳ δὲ διὰ σιδήρου
τὸν ἀγῶνα νικήσαντες, τοὺς στεφάνους ἀπειλήφασιν·
τοῖς δὲ οὐ πάμπολυς αὐτάρκης ἀπέβη χρόνος εἰς τὸ
φανῆναι δεκτοὺς τῷ κυρίῳ, ὥσπερ οὖν ἔοικεν μηδὲ ἐμοὶ
μέχρι νῦν, διόπερ εἰς ὃν οἶδεν αὐτὸς ἐπιτήδειον καιρὸν
ὑπερέθετό με ὁ λέγων καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ
ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. τὰ γὰρ καθ᾿
ἡμᾶς ἐπειδὴ πυνθάνεσθε καὶ βούλεσθε δηλωθῆναι ὑμῖν ὅπως
διάγομεν, ἠκούσατε μὲν πάντως ὅπως ἡμᾶς δεσμώτας
ἀγομένους ὑπὸ ἑκατοντάρχου καὶ στρατηγῶν καὶ τῶν σὺν
αὐτοῖς στρατιωτῶν καὶ ὑπηρετῶν, ἐμέ τε καὶ Γάϊον καὶ
Φαῦστον καὶ Πέτρον καὶ Παῦλον, ἐπελθόντες τινὲς τῶν
Μαρεωτῶν, ἄκοντας καὶ μηδὲ ἑπομένους, βίᾳ τε καὶ
σύροντες, ἀφήρπασαν· ἐγὼ δὲ νῦν καὶ Γάϊος καὶ
Πέτρος μόνοι, τῶν ἄλλων ἀδελφῶν ἀπορφανισθέντες, ἐν
ἐρήμῳ καὶ αὐχμηρῷ τῆς Λιβύης τόπῳ κατακεκλείσμεθα,
τριῶν ὁδὸν ἡμερῶν τοῦ Παραιτονίου διεστηκότες».
καὶ ὑποκαταβάς φησιν·
«ἐν δὲ τῇ πόλει καταδεδύκασιν ἀφανῶς ἐπισκεπτόμενοι
τοὺς ἀδελφούς, πρεσβύτεροι μὲν Μάξιμος Διόσκορος
Δημήτριος Λούκιος· οἱ γὰρ ἐν τῷ κόσμῳ προφανέστεροι
Φαυστῖνος καὶ Ἀκύλας ἐν Αἰγύπτῳ πλανῶνται· διάκονοι
δὲ οἱ μετὰ τοὺς ἐν τῇ νήσῳ τελευτήσαντας ὑπολειφθέντες
Φαῦστος Εὐσέβιος Χαιρήμων· Εὐσέβιος, ὃν ἐξ ἀρχῆς ὁ
θεὸς ἐνεδυνάμωσεν καὶ παρεσκεύασεν τὰς ὑπηρεσίας τῶν
ἐν ταῖς φυλακαῖς γενομένων ὁμολογητῶν ἐναγωνίως ἀποπλη-
ροῦν καὶ τὰς τῶν σωμάτων περιστολὰς τῶν τελείων καὶ
μακαρίων μαρτύρων οὐκ ἀκινδύνως ἐκτελεῖν· καὶ
γὰρ μέχρι νῦν οὐκ ἀνίησιν ὁ ἡγούμενος τοὺς μὲν ἀναιρῶν,
ὡς προεῖπον, ὠμῶς τῶν προσαγομένων, τοὺς δὲ βασάνοις
καταξαίνων, τοὺς δὲ φυλακαῖς καὶ δεσμοῖς ἐκτήκων
προστάσσων τε μηδένα τούτοις προσιέναι καὶ ἀνερευνῶν
μή τις φανείη, καὶ ὅμως ὁ θεὸς τῇ προθυμίᾳ καὶ λιπαρίᾳ
τῶν ἀδελφῶν διαναπαύει τοὺς πεπιεσμένους».
καὶ τοσαῦτα μὲν ὁ Διονύσιος. ἰστέον δὲ ὡς ὁ μὲν
Εὐσέβιος, ὃν διάκονον προσεῖπεν, σμικρὸν ὕστερον ἐπίσκοπος
τῆς κατὰ Συρίαν Λαοδικείας καθίσταται, ὁ δὲ Μάξιμος,
ὃν τότε πρεσβύτερον εἴρηκεν, μετ᾿ αὐτὸν Διονύσιον τὴν
λειτουργίαν τῶν κατ᾿ Ἀλεξάνδρειαν ἀδελφῶν διαδέχεται,
Φαῦστος δέ, ὁ σὺν αὐτῷ τηνικάδε διαπρέψας ἐν τῇ ὁμολογίᾳ,
μέχρι τοῦ καθ᾿ ἡμᾶς διωγμοῦ φυλαχθείς, γηραιὸς κομιδῇ
καὶ πλήρης ἡμερῶν καθ᾿ ἡμᾶς αὐτοὺς μαρτυρίῳ τὴν κεφαλὴν
ἀποτμηθεὶς τελειοῦται· ἀλλὰ τὰ μὲν κατ᾿ ἐκεῖνο καιροῦ τῷ
Διονυσίῳ συμβάντα τοιαῦτα.
Κατὰ δὲ τὸν δηλούμενον Οὐαλεριανοῦ διωγμὸν τρεῖς ἐν
Καισαρείᾳ τῆς Παλαιστίνης τῇ κατὰ Χριστὸν διαλάμψαντες
ὁμολογίᾳ, θείῳ κατεκοσμήθησαν μαρτυρίῳ, θηρίων γενόμενοι
βορά· τούτων ὁ μὲν Πρίσκος ἐκαλεῖτο, ὁ δὲ Μάλχος, τῷ
δὲ τρίτῳ Ἀλέξανδρος ὄνομα ἦν. τούτους φασὶν κατ᾿ ἀγρὸν
οἰκοῦντας, πρότερον μὲν ἑαυτοὺς ὡς ἀμελεῖς καὶ ῥᾳθύμους
κακίσαι, ὅτι δὴ βραβείων, τοῦ καιροῦ τοῖς πόθου γλιχομένοις
οὐρανίου διανέμοντος, ὀλιγωροῖεν αὐτοί, μὴ οὐχὶ προαρ-
πάζοντες τὸν τοῦ μαρτυρίου στέφανον· ταύτῃ δὲ βουλευσα-
μένους, ὁρμῆσαι ἐπὶ τὴν Καισάρειαν ὁμόσε τε χωρῆσαι ἐπὶ
τὸν δικαστὴν καὶ τυχεῖν τοῦ προδεδηλωμένου τέλους. ἔτι
πρὸς τούτοις γύναιόν τι κατὰ τὸν αὐτὸν διωγμὸν ἐν τῇ
αὐτῇ πόλει τὸν ὅμοιον ἱστοροῦσιν ἀγῶνα διηθληκέναι·
τῆς δὲ Μαρκίωνος αὐτὴν αἱρέσεως γενέσθαι κατέχει λόγος.
Ἀλλ᾿ οὐκ εἰς μακρὸν δουλείαν τὴν παρὰ βαρβάροις
ὑπομείναντος Οὐαλεριανοῦ, μοναρχήσας ὁ παῖς σωφρο-
νέστερον τὴν ἀρχὴν διατίθεται, ἀνίησί τε αὐτίκα διὰ προγραμ-
μάτων τὸν καθ᾿ ἡμῶν διωγμόν, ἐπ᾿ ἐλευθερίας τοῖς τοῦ λόγου
προεστῶσιν τὰ ἐξ ἔθους ἐπιτελεῖν δι᾿ ἀντιγραφῆς προστάξας,
ἥτις τοῦτον ἔχει τὸν τρόπον·
«Αὐτοκράτωρ Καῖσαρ Πούπλιος Λικίνιος Γαλλιῆνος
Εὐσεβὴς Εὐτυχὴς Σεβαστὸς Διονυσίῳ καὶ Πίννᾳ καὶ
Δημητρίῳ καὶ τοῖς λοιποῖς ἐπισκόποις. τὴν εὐεργεσίαν
τῆς ἐμῆς δωρεᾶς διὰ παντὸς τοῦ κόσμου ἐκβιβασθῆναι
προσέταξα, ὅπως ἀπὸ τῶν τόπων τῶν θρῃσκευσίμων
ἀποχωρήσωσιν, καὶ διὰ τοῦτο καὶ ὑμεῖς τῆς ἀντιγραφῆς
τῆς ἐμῆς τῷ τύπῳ χρῆσθαι δύνασθε, ὥστε μηδένα ὑμῖν
ἐνοχλεῖν. καὶ τοῦτο, ὅπερ κατὰ τὸ ἐξὸν δύναται ὑφ᾿ ὑμῶν
ἀναπληροῦσθαι, ἤδη πρὸ πολλοῦ ὑπ᾿ ἐμοῦ συγκεχώρηται,
καὶ διὰ τοῦτο Αὐρήλιος Κυρίνιος, ὁ τοῦ μεγίστου
πράγματος προστατεύων, τὸν τύπον τὸν ὑπ᾿ ἐμοῦ δοθέντα
διαφυλάξει».
ταῦτα ἐπὶ τὸ σαφέστερον ἐκ τῆς Ῥωμαίων ἑρμηνευθέντα
γλώττης ἐγκείσθω. καὶ ἄλλη δὲ τοῦ αὐτοῦ διάταξις φέρεται,
ἣν πρὸς ἑτέρους ἐπισκόπους πεποίηται, τὰ τῶν καλουμένων
κοιμητηρίων ἀπολαμβάνειν ἐπιτρέπων χωρία.
Ἐν τούτῳ δὲ τῆς μὲν Ῥωμαίων ἐκκλησίας εἰς ἔτι τότε
καθηγεῖτο Ξύστος, τῆς δ᾿ ἐπ᾿ Ἀντιοχείας μετὰ Φάβιον
Δημητριανός, Φιρμιλιανὸς δὲ Καισαρείας τῆς Καππαδοκῶν,
καὶ ἐπὶ τούτοις τῶν κατὰ Πόντον ἐκκλησιῶν Γρηγόριος καὶ ὁ
τούτου ἀδελφὸς Ἀθηνόδωρος, Ὠριγένους γνώριμοι· τῆς
δ᾿ ἐπὶ Παλαιστίνης Καισαρείας, Θεοκτίστου μεταλλάξαντος,
διαδέχεται τὴν ἐπισκοπὴν Δόμνος, βραχεῖ δὲ χρόνῳ τούτου
διαγενομένου, Θεότεκνος, ὁ καθ᾿ ἡμᾶς, διάδοχος καθίσταται·
τῆς δ᾿ Ὠριγένους διατριβῆς καὶ οὗτος ἦν. ἀλλὰ καὶ ἐν
Ἱεροσολύμοις ἀναπαυσαμένου Μαζαβάνου, τὸν θρόνον
Ὑμέναιος, ὁ καὶ αὐτὸς ἐπὶ πλείστοις τοῖς καθ᾿ ἡμᾶς δια-
πρέψας ἔτεσιν, διεδέξατο.
Κατὰ τούτους εἰρήνης ἁπανταχοῦ τῶν ἐκκλησιῶν
οὔσης, ἐν Καισαρείᾳ τῆς Παλαιστίνης Μαρῖνος τῶν ἐν
στρατείαις ἀξιώμασι τετιμημένων, γένει τε καὶ πλούτῳ
περιφανὴς ἀνήρ, διὰ τὴν Χριστοῦ μαρτυρίαν τὴν κεφαλὴν
ἀποτέμνεται, τοιᾶσδε ἕνεκεν αἰτίας. τιμή τίς ἐστι
παρὰ Ῥωμαίοις τὸ κλῆμα, οὗ τοὺς τυχόντας φασὶν ἑκατον-
τάρχους γίνεσθαι. τόπου σχολάζοντος, ἐπὶ τοῦτο προκοπῆς
τὸν Μαρῖνον ἡ τοῦ βαθμοῦ τάξις ἐκάλει, ἤδη τε μέλλοντα
τῆς τιμῆς ἔχεσθαι παρελθὼν ἄλλος πρὸ τοῦ βήματος, μὴ
ἐξεῖναι μὲν ἐκείνῳ τῆς Ῥωμαίων μετέχειν ἀξίας κατὰ τοὺς
παλαιοὺς νόμους, Χριστιανῷ γε ὄντι καὶ τοῖς βασιλεῦσι
μὴ θύοντι, κατηγόρει, αὐτῷ δ᾿ ἐπιβάλλειν τὸν κλῆρον·
ἐφ᾿ ᾧ κινηθέντα τὸν δικαστήν (Ἀχαιὸς οὗτος ἦν)
πρῶτον μὲν ἐρέσθαι ποίας ὁ Μαρῖνος εἴη γνώμης, ὡς δ᾿
ὁμολογοῦντα Χριστιανὸν ἐπιμόνως ἑώρα, τριῶν ὡρῶν
ἐπιδοῦναι αὐτῷ εἰς ἐπίσκεψιν διάστημα. ἐκτὸς δῆτα
γενόμενον αὐτὸν τοῦ δικαστηρίου Θεότεκνος ὁ τῇδε ἐπίσκοπος
ἀφέλκει, προσελθὼν δι᾿ ὁμιλίας, καὶ τῆς χειρὸς λαβὼν ἐπὶ
τὴν ἐκκλησίαν προάγει, εἴσω τε πρὸς αὐτῷ στήσας τῷ
ἁγιάσματι, μικρόν τι παραναστείλας αὐτοῦ τῆς χλαμύδος
καὶ τὸ προσηρτημένον αὐτῷ ξίφος ἐπιδείξας ἅμα τε ἀντιπαρα-
τίθησιν προσαγαγὼν αὐτῷ τὴν τῶν θείων εὐαγγελίων
γραφήν, κελεύσας τῶν δυεῖν ἑλέσθαι τὸ κατὰ γνώμην. ὡς
δ᾿ ἀμελλητὶ τὴν δεξιὰν προτείνας ἐδέξατο τὴν θείαν γραφήν,
«ἔχου τοίνυν, ἔχου», φησὶν πρὸς αὐτὸν ὁ Θεότεκνος, «τοῦ θεοῦ,
καὶ τύχοις ὧν εἵλου, πρὸς αὐτοῦ δυναμούμενος, καὶ βάδιζε
μετ᾿ εἰρήνης». εὐθὺς ἐκεῖθεν ἐπανελθόντα αὐτὸν κῆρυξ
ἐβόα καλῶν πρὸ τοῦ δικαστηρίου· καὶ γὰρ ἤδη τὰ τῆς
προθεσμίας τοῦ χρόνου πεπλήρωτο· καὶ δὴ παραστὰς τῷ
δικαστῇ καὶ μείζονα τῆς πίστεως τὴν προθυμίαν ἐπιδείξας,
εὐθὺς ὡς εἶχεν, ἀπαχθεὶς τὴν ἐπὶ θανάτῳ, τελειοῦται.
Ἔνθα καὶ Ἀστύριος ἐπὶ τῇ θεοφιλεῖ παρρησίᾳ μνημο-
νεύεται, ἀνὴρ τῶν ἐπὶ Ῥώμης συγκλητικῶν γενόμενος
βασιλεῦσίν τε προσφιλὴς καὶ πᾶσι γνώριμος εὐγενείας τε
ἕνεκα καὶ περιουσίας· ὃς παρὼν τελειουμένῳ τῷ μάρτυρι,
τὸν ὦμον ὑποθείς, ἐπὶ λαμπρᾶς καὶ πολυτελοῦς ἐσθῆτος
ἄρας τὸ σκῆνος ἐπιφέρεται, περιστείλας τε εὖ μάλα πλουσίως,
τῇ προσηκούσῃ ταφῇ παραδίδωσιν. τούτου μυρία μὲν καὶ
ἄλλα μνημονεύουσιν οἱ τἀνδρὸς καὶ εἰς ἡμᾶς διαμείναντες
γνώριμοι, ἀτὰρ καὶ παραδόξου τοιούτου.
Ἐπὶ τῆς Φιλίππου Καισαρείας, ἣν Πανεάδα Φοίνικες
προσαγορεύουσιν, φασὶ παρὰ ταῖς αὐτόθι δεικνυμέναις ἐν
ταῖς ὑπωρείαις τοῦ καλουμένου. Πανείου ὄρους πηγαῖς,
ἐξ ὧν καὶ τὸν Ἰορδάνην προχεῖσθαι, κατά τινα ἑορτῆς
ἡμέραν σφάγιόν τι καταβάλλεσθαι καὶ τοῦτο τῇ τοῦ δαίμονος
δυνάμει ἀφανὲς γίνεσθαι παραδόξως θαῦμά τε εἶναι περι-
βόητον τοῖς παροῦσι τὸ γινόμενον. παρόντα δ᾿ οὖν ποτε τοῖς
πραττομένοις τὸν Ἀστύριον καὶ τὸ πρᾶγμα καταπεπληγμέ-
νους ἰδόντα τοὺς πολλούς, οἰκτεῖραι τῆς πλάνης, κἄπειτα
ἀνανεύσαντα εἰς οὐρανόν, ἱκετεῦσαι διὰ Χριστοῦ τὸν ἐπὶ
πάντων θεὸν τὸ λαοπλάνον δαιμόνιον ἐλέγξαι καὶ παῦσαι
τῆς τῶν ἀνθρώπων ἀπάτης. ταῦτα δέ φασιν εὐξαμένου,
ἀθρόως τὸ ἱερεῖον ἐπιπολάσαι ταῖς πηγαῖς οὕτω τε αὐτοῖς
τὸ παράδοξον οἴχεσθαι, μηδενὸς μηκέτι θαύματος περὶ
τὸν τόπον γινομένου.
Ἀλλ᾿ ἐπειδὴ τῆσδε τῆς πόλεως εἰς μνήμην ἐλήλυθα,
οὐκ ἄξιον ἡγοῦμαι παρελθεῖν διήγησιν καὶ τοῖς μεθ᾿ ἡμᾶς
μνημονεύεσθαι ἀξίαν. τὴν γὰρ αἱμορροοῦσαν, ἣν ἐκ τῶν
ἱερῶν εὐαγγελίων πρὸς τοῦ σωτῆρος ἡμῶν τοῦ πάθους
ἀπαλλαγὴν εὕρασθαι μεμαθήκαμεν, ἐνθένδε ἔλεγον ὁρμᾶσθαι
τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι καὶ τῆς ὑπὸ
τοῦ σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παρα-
μένειν. ἑστάναι γὰρ ἐφ᾿ ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς
πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον,
ἐπὶ γόνυ κεκλιμένον καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς
χερσὶν ἱκετευούσῃ ἐοικός, τούτου δὲ ἄντικρυς ἄλλο τῆς
αὐτῆς ὕλης, ἀνδρὸς ὄρθιον σχῆμα, διπλοΐδα κοσμίως
περιβεβλημένον καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον, οὗ
παρὰ τοῖς ποσὶν ἐπὶ τῆς στήλης αὐτῆς ξένον τι βοτάνης
εἶδος φύειν, ὃ μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ
διπλοΐδος ἀνιόν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγ-
χάνειν. τοῦτον τὸν ἀνδριάντα εἰκόνα τοῦ Ἰησοῦ φέρειν
ἔλεγον, ἔμενεν δὲ καὶ εἰς ἡμᾶς, ὡς καὶ ὄψει παραλαβεῖν ἐπι-
δημήσαντας αὐτοὺς τῇ πόλει. καὶ θαυμαστὸν οὐδὲν τοὺς
πάλαι ἐξ ἐθνῶν εὐεργετηθέντας πρὸς τοῦ σωτῆρος ἡμῶν
ταῦτα πεποιηκέναι, ὅτε καὶ τῶν ἀποστόλων αὐτοῦ τὰς
εἰκόνας Παύλου καὶ Πέτρου καὶ αὐτοῦ δὴ τοῦ Χριστοῦ διὰ
χρωμάτων ἐν γραφαῖς σῳζομένας ἱστορήσαμεν, ὡς εἰκός,
τῶν παλαιῶν ἀπαραφυλάκτως οἷα σωτῆρας ἐθνικῇ συνηθείᾳ
παρ᾿ ἑαυτοῖς τοῦτον τιμᾶν εἰωθότων τὸν τρόπον.
Τὸν γὰρ Ἰακώβου θρόνον, τοῦ πρώτου τῆς Ἱεροσολύμων
ἐκκλησίας τὴν ἐπισκοπὴν πρὸς τοῦ σωτῆρος καὶ τῶν
ἀποστόλων ὑποδεξαμένου, ὃν καὶ ἀδελφὸν τοῦ Χριστοῦ
χρηματίσαι οἱ θεῖοι λόγοι περιέχουσιν, εἰς δεῦρο πεφυλαγ-
μένον οἱ τῇδε κατὰ διαδοχὴν περιέποντες ἀδελφοὶ σαφῶς τοῖς
πᾶσιν ἐπιδείκνυνται οἷον περὶ τοὺς ἁγίους ἄνδρας τοῦ
θεοφιλοῦς ἕνεκεν οἵ τε πάλαι καὶ οἱ εἰς ἡμᾶς ἔσῳζόν τε καὶ
ἀποσῴζουσι σέβας. καὶ ταῦτα μὲν ταύτῃ.
Ὅ γε μὴν Διονύσιος πρὸς ταῖς δηλωθείσαις ἐπιστολαῖς
αὐτοῦ ἔτι καὶ τὰς φερομένας ἑορταστικὰς τὸ τηνικαῦτα
συντάττει, πανηγυρικωτέρους ἐν αὐταῖς περὶ τῆς τοῦ
πάσχα ἑορτῆς ἀνακινῶν λόγους. τούτων τὴν μὲν Φλαυΐῳ
προσφωνεῖ, τὴν δὲ Δομετίῳ καὶ Διδύμῳ, ἐν ᾗ καὶ κανόνα
ἐκτίθεται ὀκταετηρίδος, ὅτι μὴ ἄλλοτε ἢ μετὰ τὴν ἐαρινὴν
ἰσημερίαν προσήκοι τὴν τοῦ πάσχα ἑορτὴν ἐπιτελεῖν,
παριστάμενος· πρὸς ταύταις καὶ ἄλλην τοῖς κατ᾿ Ἀλεξάν-
δρειαν συμπρεσβυτέροις ἐπιστολὴν διαχαράττει ἑτέροις τε
ὁμοῦ διαφόρως, καὶ ταύτας ἔτι τοῦ διωγμοῦ συνεστῶτος.
Ἐπιλαβούσης δὲ ὅσον οὔπω τῆς εἰρήνης, ἐπάνεισι
μὲν εἰς τὴν Ἀλεξάνδρειαν, πάλιν δ᾿ ἐνταῦθα στάσεως καὶ
πολέμου συστάντος, ὡς οὐχ οἷόν τε ἦν αὐτῷ τοὺς κατὰ τὴν
πόλιν ἅπαντας ἀδελφούς, εἰς ἑκάτερον τῆς στάσεως μέρος
διῃρημένους, ἐπισκοπεῖν, αὖθις ἐν τῇ τοῦ πάσχα ἑορτῇ,
ὥσπερ τις ὑπερόριος, ἐξ αὐτῆς τῆς Ἀλεξανδρείας διὰ
γραμμάτων αὐτοῖς ὡμίλει. καὶ Ἱέρακι δὲ μετὰ ταῦτα
τῶν κατ᾿ Αἴγυπτον ἐπισκόπῳ ἑτέραν ἑορταστικὴν ἐπιστολὴν
γράφων, τῆς κατ᾿ αὐτὸν τῶν Ἀλεξανδρέων στάσεως
μνημονεύει διὰ τούτων·
«ἐμοὶ δέ, τί θαυμαστὸν εἰ πρὸς τοὺς πορρωτέρω
παροικοῦντας χαλεπὸν τὸ κἂν δι᾿ ἐπιστολῶν ὁμιλεῖν, ὅτε
καὶ τὸ πρὸς ἐμαυτὸν αὐτῷ μοι διαλέγεσθαι καὶ τῇ ἰδίᾳ
ψυχῇ συμβουλεύεσθαι καθέστηκεν ἄπορον; πρὸς γοῦν
τὰ ἐμαυτοῦ σπλάγχνα, τοὺς ὁμοσκήνους καὶ συμψύχους
ἀδελφοὺς καὶ τῆς αὐτῆς πολίτας ἐκκλησίας, ἐπιστολιμαίων
δέομαι γραμμάτων, καὶ ταῦθ᾿ ὅπως διαπεμψαίμην, ἀμήχανον
φαίνεται. ῥᾷον γὰρ ἄν τις οὐχ ὅπως εἰς τὴν ὑπερορίαν,
ἀλλὰ καὶ ἀπ᾿ ἀνατολῶν ἐπὶ δυσμὰς περαιωθείη, ἢ τὴν
Ἀλεξάνδρειαν ἀπ᾿ αὐτῆς τῆς Ἀλεξανδρείας ἐπέλθοι.
τῆς γὰρ ἐρήμου τῆς πολλῆς καὶ ἀτριβοῦς ἐκείνης ἣν ἐν δυσὶν
γενεαῖς διώδευσεν ὁ Ἰσραήλ, ἄπειρος μᾶλλον καὶ ἄβατός
ἐστιν ἡ μεσαιτάτη τῆς πόλεως ὁδός· καὶ τῆς θαλάσσης ἣν
ἐκεῖνοι ῥαγεῖσαν καὶ διατειχισθεῖσαν ἔσχον ἱππήλατον
καὶ ὧν ἐν τῇ λεωφόρῳ κατεποντίσθησαν Αἰγύπτιοι, οἱ
γαληνοὶ καὶ ἀκύμαντοι λιμένες γεγόνασιν εἰκών, πολλάκις
φανέντες ἀπὸ τῶν ἐν αὐτοῖς φόνων οἷον ἐρυθρὰ θάλασσα·
ὁ δ᾿ ἐπιρρέων ποταμὸς τὴν πόλιν ποτὲ μὲν ἐρήμου τῆς
ἀνύδρου ξηρότερος ὤφθη καὶ μᾶλλον αὐχμώδης ἐκείνης ἣν
διαπορευόμενος ὁ Ἰσραὴλ οὕτως ἐδίψησεν, ὡς Μωσῆ μὲν
καταβοᾶν, ῥυῆναι δ᾿ αὐτοῖς παρὰ τοῦ θαυμάσια ποιοῦντος
μόνου ἐκ πέτρας ἀκροτόμου ποτόν· ποτὲ δὲ τοσοῦτος
ἐπλήμμυρεν ὡς πᾶσαν τὴν περίχωρον τάς τε ὁδοὺς καὶ
τοὺς ἀγροὺς ἐπικλύσαντα, τῆς ἐπὶ Νῶε γενομένης τοῦ
ὕδατος φορᾶς ἐπαγαγεῖν ἀπειλήν· ἀεὶ δὲ αἵματι καὶ φόνοις
καὶ καταποντισμοῖς κάτεισιν μεμιασμένος, οἷος ὑπὸ Μωσῆ
γέγονεν τῷ Φαραώ, μεταβαλὼν εἰς αἷμα καὶ ἐποζέσας.
καὶ ποῖον γένοιτ᾿ ἂν τοῦ πάντα καθαίροντος ὕδατος
ὕδωρ ἄλλο καθάρσιον; πῶς ἂν ὁ πολὺς καὶ ἀπέραντος ἀν-
θρώποις ὠκεανὸς ἐπιχυθεὶς τὴν πικρὰν ταύτην ἀποσμήξαι
θάλασσαν; ἢ πῶς ἂν ὁ μέγας ποταμός, ὁ ἐκπορευόμενος ἐξ
Ἐδέμ, τὰς τέσσαρας ἀρχὰς εἰς ἃς ἀφορίζεται, μετοχετεύ-
σας εἰς μίαν τοῦ Γηών, ἀποπλύναι τὸν λύθρον; ἢ πότε ὁ
τεθολωμένος ὑπὸ τῶν πονηρῶν πανταχόθεν ἀναθυμιάσεων
ἀὴρ εἰλικρινὴς γένοιτο; τοιοῦτοι γὰρ ἀπὸ τῆς γῆς ἀτμοὶ καὶ
ἀπὸ θαλάσσης ἄνεμοι ποταμῶν τε αὖραι καὶ λιμένων
ἀνιμήσεις ἀποπνέουσιν, ὡς σηπομένων ἐν πᾶσι τοῖς ὑπο-
κειμένοις στοιχείοις νεκρῶν ἰχῶρας εἶναι τὰς δρόσους.
εἶτα θαυμάζουσιν καὶ διαποροῦσιν, πόθεν οἱ συνεχεῖς
λοιμοί, πόθεν αἱ χαλεπαὶ νόσοι, πόθεν αἱ παντοδαπαὶ φθοραί,
πόθεν ὁ ποικίλος καὶ πολὺς τῶν ἀνθρώπων ὄλεθρος, διὰ τί
μηκέτι τοσοῦτο πλῆθος οἰκητόρων ἡ μεγίστη πόλις ἐν
αὐτῇ φέρει, ἀπὸ νηπίων ἀρξαμένη παίδων μέχρι τῶν εἰς
ἄκρον γεγηρακότων, ὅσους ὠμογέροντας οὓς ἐκάλει,
πρότερον ὄντας ἔτρεφεν· ἀλλ᾿ οἱ τεσσαρακοντοῦται καὶ
μέχρι τῶν ἑβδομήκοντα ἐτῶν τοσοῦτον πλέονες τότε, ὥστε
μὴ συμπληροῦσθαι νῦν τὸν ἀριθμὸν αὐτῶν, προσεγγραφέντων
καὶ συγκαταλεγέντων εἰς τὸ δημόσιον σιτηρέσιον τῶν ἀπὸ
τεσσαρεσκαίδεκα ἐτῶν μέχρι τῶν ὀγδοήκοντα, καὶ γεγόνασιν
οἷον ἡλικιῶται τῶν πάλαι γεραιτάτων οἱ ὄψει νεώτατοι.
καὶ οὕτω μειούμενον ἀεὶ καὶ δαπανώμενον ὁρῶντες
τὸ ἐπὶ γῆς ἀνθρώπων γένος, οὐ τρέμουσιν, αὐξομένου καὶ
προκόπτοντος τοῦ παντελοῦς αὐτῶν ἀφανισμοῦ».
Μετὰ ταῦτα λοιμικῆς τὸν πόλεμον διαλαβούσης νόσου
τῆς τε ἑορτῆς πλησιαζούσης, αὖθις διὰ γραφῆς τοῖς ἀδελφοῖς
ὁμιλεῖ, τὰ τῆς συμφορᾶς ἐπισημαινόμενος πάθη διὰ τούτων·
«τοῖς μὲν ἄλλοις ἀνθρώποις οὐκ ἂν δόξειεν καιρὸς
ἑορτῆς εἶναι τὰ παρόντα, οὐδὲ ἔστιν αὐτοῖς οὔτε οὗτος οὔτε
τις ἕτερος, οὐχ ὅπως τῶν ἐπιλύπων, ἀλλ᾿ οὐδ᾿ εἴ τις
περιχαρής, ὃν οἰηθεῖεν μάλιστα. νῦν μέν γε θρῆνοι πάντα,
καὶ πενθοῦσιν πάντες, καὶ περιηχοῦσιν οἰμωγαὶ τὴν πόλιν
διὰ τὸ πλῆθος τῶν τεθνηκότων καὶ τῶν ἀποθνῃσκόντων
ὁσημέραι· ὡς γὰρ ἐπὶ τῶν πρωτοτόκων τῶν Αἰγυπτίων
γέγραπται, οὕτως καὶ νῦν ἐγενήθη κραυγὴ μεγάλη· οὐ
γὰρ ἔστιν οἰκία, ἐν ᾗ οὐκ ἔστιν ἐν αὐτῇ τεθνηκώς,
καὶ ὄφελόν γε εἷς. πολλὰ μὲν γὰρ καὶ δεινὰ καὶ τὰ πρὸ τού-
του συμβεβηκότα· πρῶτον μὲν ἡμᾶς ἤλασαν, καὶ
μόνοι πρὸς ἁπάντων διωκόμενοι καὶ θανατούμενοι ἑωρτά-
σαμεν καὶ τότε, καὶ πᾶς ὁ τῆς καθ᾿ ἕκαστον θλίψεως τόπος
πανηγυρικὸν ἡμῖν γέγονε χωρίον, ἀγρὸς ἐρημία ναῦς
πανδοχεῖον δεσμωτήριον, φαιδροτάτην δὲ πασῶν ἤγαγον
ἑορτὴν οἱ τέλειοι μάρτυρες, εὐωχηθέντες ἐν οὐρανῷ·
μετὰ δὲ ταῦτα πόλεμος καὶ λιμὸς ἐπέλαβεν, ἃ τοῖς
ἔθνεσι συνδιηνέγκαμεν, μόνοι μὲν ὑποστάντες ὅσα ἡμῖν
ἐλυμήναντο, παραπολαύσαντες δὲ καὶ ὧν ἀλλήλους εἰργάσαντό
τε καὶ πεπόνθασιν, καὶ τῇ Χριστοῦ πάλιν ἐνηυφράνθημεν
εἰρήνῃ, ἣν μόνοις ἡμῖν δέδωκεν· βραχυτάτης δὲ ἡμῶν
τε καὶ αὐτῶν τυχόντων ἀναπνοῆς, ἐπικατέσκηψεν ἡ νόσος
αὕτη, πρᾶγμα φόβου τε παντὸς φοβερώτερον ἐκείνοις καὶ
συμφορᾶς ἧστινος οὖν σχετλιώτερον καὶ ὡς ἴδιός τις αὐτῶν
ἀπήγγειλεν συγγραφεύς, πρᾶγμα μόνον δὴ τῶν πάντων
ἐλπίδος κρεῖσσον γενόμενον, ἡμῖν δὲ οὐ τοιοῦτο μέν, γυμνά-
σιον δὲ καὶ δοκίμιον οὐδενὸς τῶν ἄλλων ἔλαττον. ἀπέσχετο
μὲν γὰρ οὐδὲ ἡμῶν, πολλὴ δὲ ἐξῆλθεν εἰς τὰ ἔθνη».
τούτοις ἑξῆς ἐπιφέρει λέγων·
«οἱ γοῦν πλεῖστοι τῶν ἀδελφῶν ἡμῶν δι᾿ ὑπερβάλλουσαν
ἀγάπην καὶ φιλαδελφίαν ἀφειδοῦντες ἑαυτῶν καὶ ἀλλήλων
ἐχόμενοι, ἐπισκοποῦντες ἀφυλάκτως τοὺς νοσοῦντας, λιπα-
ρῶς ὑπηρετούμενοι, θεραπεύοντες ἐν Χριστῷ, συναπηλλάτ-
τοντο ἐκείνοις ἀσμενέστατα, τοῦ παρ᾿ ἑτέρων ἀναπιμπλάμενοι
πάθους καὶ τὴν νόσον ἐφ᾿ ἑαυτοὺς ἕλκοντες ἀπὸ τῶν πλησίον
καὶ ἑκόντες ἀναμασσόμενοι τὰς ἀλγηδόνας. καὶ πολλοὶ
νοσοκομήσαντες καὶ ῥώσαντες ἑτέρους, ἐτελεύτησαν αὐτοί,
τὸν ἐκείνων θάνατον εἰς ἑαυτοὺς μεταστησάμενοι καὶ
τὸ δημῶδες ῥῆμα, μόνης ἀεὶ δοκοῦν φιλοφροσύνης ἔχεσθαι,
ἔργῳ δὴ τότε πληροῦντες, ἀπιόντες αὐτῶν περίψημα. οἱ
γοῦν ἄριστοι τῶν παρ᾿ ἡμῖν ἀδελφῶν τοῦτον τὸν τρόπον
ἐξεχώρησαν τοῦ βίου, πρεσβύτεροί τέ τινες καὶ διάκονοι καὶ
τῶν ἀπὸ τοῦ λαοῦ, λίαν ἐπαινούμενοι, ὡς καὶ τοῦ θανάτου
τοῦτο τὸ εἶδος, διὰ πολλὴν εὐσέβειαν καὶ πίστιν ἰσχυρὰν
γινόμενον, μηδὲν ἀποδεῖν μαρτυρίου δοκεῖν. καὶ τὰ
σώματα δὲ τῶν ἁγίων ὑπτίαις χερσὶ καὶ κόλποις ὑπολαμβά-
νοντες καθαιροῦντές τε ὀφθαλμοὺς καὶ στόματα συγκλείοντες
ὠμοφοροῦντές τε καὶ διατιθέντες, προσκολλώμενοι, συμπλε-
κόμενοι, λουτροῖς τε καὶ περιστολαῖς κατακοσμοῦντες,
μετὰ μικρὸν ἐτύγχανον τῶν ἴσων, ἀεὶ τῶν ὑπολειπομένων
ἐφεπομένων τοῖς πρὸ αὐτῶν. τὰ δέ γε ἔθνη πᾶν
τοὐναντίον· καὶ νοσεῖν ἀρχομένους ἀπωθοῦντο καὶ ἀπέφευγον
τοὺς φιλτάτους κἀν ταῖς ὁδοῖς ἐρρίπτουν ἡμιθνῆτας καὶ
νεκροὺς ἀτάφους ἀπεσκυβαλίζοντο, τὴν τοῦ θανάτου διάδοσιν
καὶ κοινωνίαν ἐκτρεπόμενοι, ἣν οὐκ ἦν καὶ πολλὰ μηχανω-
μένοις ἐκκλῖναι ῥᾴδιον».
μετὰ δὲ καὶ ταύτην τὴν ἐπιστολήν, εἰρηνευσάντων
τῶν κατὰ τὴν πόλιν, τοῖς κατ᾿ Αἴγυπτον ἀδελφοῖς
ἑορταστικὴν αὖθις ἐπιστέλλει γραφήν, καὶ ἐπὶ ταύτῃ πάλιν
ἄλλας διατυποῦται· φέρεται δέ τις αὐτοῦ καὶ περὶ σαββάτου
καὶ ἄλλη περὶ γυμνασίου.
Ἑρμάμμωνι δὲ πάλιν καὶ τοῖς κατ᾿ Αἴγυπτον
ἀδελφοῖς δι᾿ ἐπιστολῆς ὁμιλῶν πολλά τε ἄλλα περὶ τῆς
Δεκίου καὶ τῶν μετ᾿ αὐτὸν διεξελθὼν κακοτροπίας, τῆς κατὰ
τὸν Γαλλιῆνον εἰρήνης ἐπιμιμνήσκεται·
οὐδὲν δὲ οἷον τὸ καὶ τούτων ὧδέ πως ἐχόντων ἀκοῦσαι·
«ἐκεῖνος μὲν οὖν τῶν ἑαυτοῦ βασιλέων τὸν μὲν προέμενος,
τῷ δὲ ἐπιθέμενος, παγγενεῖ ταχέως καὶ πρόρριζος
ἐξηφανίσθη, ἀνεδείχθη δὲ καὶ συνανωμολογήθη παρὰ
πάντων ὁ Γαλλιῆνος, παλαιὸς ἅμα βασιλεὺς καὶ νέος,
πρῶτος ὢν καὶ μετ᾿ ἐκείνους παρών. κατὰ γὰρ τὸ
ῥηθὲν πρὸς τὸν προφήτην Ἡσαΐαν· τὰ ἀπ᾿ ἀρχῆς ἰδοὺ
ἥκασιν, καὶ καινὰ ἃ νῦν ἀνατελεῖ. ὥσπερ γὰρ νέφος
τὰς ἡλιακὰς ἀκτῖνας ὑποδραμὸν καὶ πρὸς ὀλίγον ἐπηλυγάσαν
ἐσκίασεν αὐτὸν καὶ ἀντ᾿ αὐτοῦ προεφάνη, εἶτα παρελθόντος
ἢ διατακέντος τοῦ νέφους, ἐξεφάνη πάλιν ἐπανατείλας ὁ
προανατείλας ἥλιος, οὕτω προστὰς καὶ προσπελάσας ἑαυτὸν
ὁ Μακριανὸς τῆς ἐφεστώσης Γαλλιήνου βασιλείας, ὃ μὲν
οὐκ ἔστιν, ἐπεὶ μηδὲ ἦν, ὃ δὲ ἔστιν ὁμοίως ὥσπερ ἦν, καὶ
οἷον ἀποθεμένη τὸ γῆρας ἡ βασιλεία καὶ τὴν προοῦσαν
ἀνακαθηραμένη κακίαν, ἀκμαιότερον νῦν ἐπανθεῖ καὶ
πορρώτερον ὁρᾶται καὶ ἀκούεται καὶ διαφοιτᾷ πανταχοῦ».
εἶθ᾿ ἑξῆς καὶ τὸν χρόνον, καθ᾿ ὃν ταῦτ᾿ ἔγραφεν, διὰ
τούτων σημαίνει·
«καί μοι πάλιν τὰς ἡμέρας τῶν βασιλικῶν ἐτῶν ἔπεισι
σκοπεῖν. ὁρῶ γάρ, ὡς ὀνομασθέντες μὲν οἱ ἀσεβέστατοι
μετ᾿ οὐ πολὺ γεγόνασιν ἀνώνυμοι, ὁ δὲ ὁσιώτερος καὶ
φιλοθεώτερος ὑπερβὰς τὴν ἑπταετηρίδα, νῦν ἐνιαυτὸν
ἔνατον διανύει, ἐν ᾧ ἡμεῖς ἑορτάσωμεν».
Ἐπὶ τούτοις ἅπασιν σπουδάζεται αὐτῷ καὶ τὰ Περὶ
ἐπαγγελιῶν δύο συγγράμματα, ἡ δ᾿ ὑπόθεσις αὐτῷ Νέπως
ἦν, ἐπίσκοπος τῶν κατ᾿ Αἴγυπτον, Ἰουδαϊκώτερον τὰς
ἐπηγγελμένας τοῖς ἁγίοις ἐν ταῖς θείαις γραφαῖς ἐπαγγελίας
ἀποδοθήσεσθαι διδάσκων καί τινα χιλιάδα ἐτῶν τρυφῆς
σωματικῆς ἐπὶ τῆς ξηρᾶς ταύτης ἔσεσθαι ὑποτιθέμενος.
δόξας γοῦν οὗτος ἐκ τῆς Ἀποκαλύψεως Ἰωάννου τὴν
ἰδίαν κρατύνειν ὑπόληψιν, Ἔλεγχον ἀλληγοριστῶν λόγον
τινὰ περὶ τούτου συντάξας ἐπέγραψεν· πρὸς ὃν ὁ
Διονύσιος ἐν τοῖς Περὶ ἐπαγγελιῶν ἐνίσταται, διὰ μὲν τοῦ
προτέρου τὴν αὐτοῦ γνώμην ἣν εἶχεν περὶ τοῦ δόγματος,
παρατιθέμενος, διὰ δὲ τοῦ δευτέρου περὶ τῆς Ἀποκαλύψεως
Ἰωάννου διαλαμβάνων· ἔνθα τοῦ Νέπωτος κατὰ τὴν
ἀρχὴν μνημονεύσας, ταῦτα περὶ αὐτοῦ γράφει·
«ἐπεὶ δὲ σύνταγμά τι προκομίζουσιν Νέπωτος, ᾧ
λίαν ἐπερείδονται ὡς ἀναντιρρήτως ἀποδεικνύντι τὴν τοῦ
Χριστοῦ βασιλείαν ἐπὶ γῆς ἔσεσθαι, ἐν ἄλλοις μὲν πολλοῖς
ἀποδέχομαι καὶ ἀγαπῶ Νέπωτα τῆς τε πίστεως καὶ τῆς φιλο-
πονίας καὶ τῆς ἐν ταῖς γραφαῖς διατριβῆς καὶ τῆς πολλῆς
ψαλμῳδίας, ᾗ μέχρι νῦν πολλοὶ τῶν ἀδελφῶν εὐθυμοῦνται,
καὶ πάνυ δι᾿ αἰδοῦς ἄγω τὸν ἄνθρωπον, ταύτῃ μᾶλλον ᾗ
προανεπαύσατο· ἀλλὰ φίλη γὰρ καὶ προτιμοτάτη πάντων
ἡ ἀλήθεια, ἐπαινεῖν τε χρὴ καὶ συναινεῖν ἀφθόνως, εἴ τι
ὀρθῶς λέγοιτο, ἐξετάζειν δὲ καὶ διευθύνειν, εἴ τι μὴ φαίνοιτο
ὑγιῶς ἀναγεγραμμένον. καὶ πρὸς μὲν παρόντα καὶ
ψιλῷ λόγῳ δογματίζοντα αὐτάρκης ἦν ἂν ἡ ἄγραφος ὁμιλία,
δι᾿ ἐρωτήσεως καὶ ἀποκρίσεως πείθουσα καὶ συμβιβάζουσα
τοὺς ἀντιδιατιθεμένους· γραφῆς δὲ ἐκκειμένης, ὡς δοκεῖ
τισιν, πιθανωτάτης καί τινων διδασκάλων τὸν μὲν νόμον
καὶ τοὺς προφήτας τὸ μηδὲν ἡγουμένων καὶ τὸ τοῖς
εὐαγγελίοις ἕπεσθαι παρέντων καὶ τὰς τῶν ἀποστόλων
ἐπιστολὰς ἐκφαυλισάντων, τὴν δὲ τοῦ συγγράμματος τούτου
διδασκαλίαν ὡς μέγα δή τι καὶ κεκρυμμένον μυστήριον
κατεπαγγελλομένων καὶ τοὺς ἁπλουστέρους ἀδελφοὺς ἡμῶν
οὐδὲν ἐώντων ὑψηλὸν καὶ μεγαλεῖον φρονεῖν οὔτε περὶ
τῆς ἐνδόξου καὶ ἀληθῶς ἐνθέου τοῦ κυρίου ἡμῶν ἐπιφανείας
οὔτε τῆς ἡμετέρας ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς πρὸς
αὐτὸν ἐπισυναγωγῆς καὶ ὁμοιώσεως, ἀλλὰ μικρὰ καὶ
θνητὰ καὶ οἷα τὰ νῦν, ἐλπίζειν ἀναπειθόντων ἐν τῇ βασιλείᾳ
τοῦ θεοῦ, ἀναγκαῖον καὶ ἡμᾶς ὡς πρὸς παρόντα τὸν ἀδελφὸν
ἡμῶν διαλεχθῆναι Νέπωτα».
τούτοις μεθ᾿ ἕτερα ἐπιφέρει λέγων·
«ἐν μὲν οὖν τῷ Ἀρσενοΐτῃ γενόμενος, ἔνθα, ὡς οἶδας, πρὸ
πολλοῦ τοῦτο ἐπεπόλαζεν τὸ δόγμα, ὡς καὶ σχίσματα καὶ
ἀποστασίας ὅλων ἐκκλησιῶν γεγονέναι, συγκαλέσας τοὺς
πρεσβυτέρους καὶ διδασκάλους τῶν ἐν ταῖς κώμαις ἀδελφῶν,
παρόντων καὶ τῶν βουλομένων ἀδελφῶν, δημοσίᾳ τὴν
ἐξέτασιν ποιήσασθαι τοῦ λόγου προετρεψάμην, καὶ
τοῦτό μοι προσαγαγόντων τὸ βιβλίον ὥς τι ὅπλον καὶ
τεῖχος ἄμαχον, συγκαθεσθεὶς αὐτοῖς τριῶν ἑξῆς ἡμερῶν
ἐξ ἕω μέχρις ἑσπέρας, διευθύνειν ἐπειράθην τὰ γεγραμμένα·
ἔνθα καὶ τὸ εὐσταθὲς καὶ τὸ φιλάληθες καὶ τὸ
εὐπαρακολούθητον καὶ συνετὸν ὑπερηγάσθην τῶν ἀδελφῶν,
ὡς ἐν τάξει καὶ μετ᾿ ἐπιεικείας τὰς ἐρωτήσεις καὶ τὰς
ἐπαπορήσεις καὶ τὰς συγκαταθέσεις ἐποιούμεθα, τὸ μὲν
ἐκ παντὸς τρόπου καὶ φιλονείκως τῶν ἅπαξ δοξάντων
περιέχεσθαι, εἰ καὶ μὴ φαίνοιτο ὀρθῶς ἔχοντα, παραι-
τησάμενοι, μήτε δὲ τὰς ἀντιλογίας ὑποστελλόμενοι, ἀλλ᾿ ἐς
ὅσον οἷόν τε, τῶν προκειμένων ἐπιβατεύειν καὶ κρατύνειν
αὐτὰ πειρώμενοι, μήτε, εἰ λόγος αἱροῖ, μεταπείθεσθαι καὶ
συνομολογεῖν αἰδούμενοι, ἀλλ᾿ εὐσυνειδήτως καὶ ἀνυπο-
κρίτως καὶ ταῖς καρδίαις πρὸς τὸν θεὸν ἡπλωμέναις τὰ ταῖς
ἀποδείξεσι καὶ διδασκαλίαις τῶν ἁγίων γραφῶν συνιστανό-
μενα καταδεχόμενοι. καὶ τέλος ὅ τε τῆς διδαχῆς ταύτης
ἀρχηγὸς καὶ εἰσηγητής, ὁ καλούμενος Κορακίων, ἐν ἐπηκόῳ
πάντων τῶν παρόντων ἀδελφῶν ὡμολόγησεν καὶ διεμαρτύ-
ρατο ἡμῖν μηκέτι τούτῳ προσέξειν μηδὲ διαλέξεσθαι περὶ
τούτου μηδὲ μεμνῆσθαι μηδὲ διδάξειν, ὡς ἱκανῶς ὑπὸ
τῶν ἀντιλεχθέντων ᾑρημένος· τῶν τε ἄλλων ἀδελφῶν
οἳ μὲν ἔχαιρον ἐπὶ τῇ κοινολογίᾳ καὶ τῇ πρὸς πάντας
συγκαταβάσει καὶ συνδιαθέσει».
Εἶθ᾿ ἑξῆς ὑποβάς, περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου
ταῦτά φησιν·
«τινὲς μὲν οὖν τῶν πρὸ ἡμῶν ἠθέτησαν καὶ ἀνεσκεύασαν
πάντῃ τὸ βιβλίον, καθ᾿ ἕκαστον κεφάλαιον διευθύνοντες
ἄγνωστόν τε καὶ ἀσυλλόγιστον ἀποφαίνοντες ψεύδεσθαί τε
τὴν ἐπιγραφήν. Ἰωάννου γὰρ οὐκ εἶναι λέγουσιν, ἀλλ᾿
οὐδ᾿ ἀποκάλυψιν εἶναι τὴν σφόδρα καὶ παχεῖ κεκαλυμμένην
τῷ τῆς ἀγνοίας παραπετάσματι, καὶ οὐχ ὅπως τῶν ἀποστόλων
τινά, ἀλλ᾿ οὐδ᾿ ὅλως τῶν ἁγίων ἢ τῶν ἀπὸ τῆς ἐκκλησίας
τούτου γεγονέναι ποιητὴν τοῦ γράμματος, Κήρινθον δὲ
τὸν καὶ τὴν ἀπ᾿ ἐκείνου κληθεῖσαν Κηρινθιανὴν συστησάμενον
αἵρεσιν, ἀξιόπιστον ἐπιφημίσαι θελήσαντα τῷ ἑαυτοῦ
πλάσματι ὄνομα. τοῦτο γὰρ εἶναι τῆς διδασκαλίας
αὐτοῦ τὸ δόγμα, ἐπίγειον ἔσεσθαι τὴν τοῦ Χριστοῦ βασιλείαν,
καὶ ὧν αὐτὸς ὠρέγετο, φιλοσώματος ὢν καὶ πάνυ σαρκικός,
ἐν τούτοις ὀνειροπολεῖν ἔσεσθαι, γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα
πλησμοναῖς, τοῦτ᾿ ἐστὶ σιτίοις καὶ ποτοῖς καὶ γάμοις καὶ
δι᾿ ὧν εὐφημότερον ταῦτα ᾠήθη ποριεῖσθαι, ἑορταῖς καὶ
θυσίαις καὶ ἱερείων σφαγαῖς. ἐγὼ δὲ ἀθετῆσαι μὲν οὐκ
ἂν τολμήσαιμι τὸ βιβλίον, πολλῶν αὐτὸ διὰ σπουδῆς
ἐχόντων ἀδελφῶν, μείζονα δὲ τῆς ἐμαυτοῦ φρονήσεως τὴν
ὑπόληψιν τὴν περὶ αὐτοῦ λαμβάνων, κεκρυμμένην εἶναί
τινα καὶ θαυμασιωτέραν τὴν καθ᾿ ἕκαστον ἐκδοχὴν ὑπολαμ-
βάνω. καὶ γὰρ εἰ μὴ συνίημι, ἀλλ᾿ ὑπονοῶ γε νοῦν τινα
βαθύτερον ἐγκεῖσθαι τοῖς ῥήμασιν, οὐκ ἰδίῳ ταῦτα
μετρῶν καὶ κρίνων λογισμῷ, πίστει δὲ τὸ πλέον νέμων
ὑψηλότερα ἢ ὑπ᾿ ἐμοῦ καταληφθῆναι νενόμικα, καὶ οὐκ
ἀποδοκιμάζω ταῦτα ἃ μὴ συνεώρακα, θαυμάζω δὲ μᾶλλον
ὅτι μὴ καὶ εἶδον».
ἐπὶ τούτοις τὴν ὅλην τῆς Ἀποκαλύψεως βασανίσας
γραφὴν ἀδύνατόν τε αὐτὴν κατὰ τὴν πρόχειρον ἀποδείξας
νοεῖσθαι διάνοιαν, ἐπιφέρει λέγων·
«συντελέσας δὴ πᾶσαν ὡς εἰπεῖν τὴν προφητείαν, μακαρίζει
ὁ προφήτης τούς τε φυλάσσοντας αὐτὴν καὶ δὴ καὶ ἑαυτόν.
μακάριος γάρ φησιν ὁ τηρῶν τοὺς λόγους τῆς
προφητείας τοῦ βιβλίου τούτου κἀγὼ Ἰωάννης ὁ
βλέπων καὶ ἀκούων ταῦτα. καλεῖσθαι μὲν οὖν
αὐτὸν Ἰωάννην καὶ εἶναι τὴν γραφὴν Ἰωάννου ταύτην οὐκ
ἀντερῶ, ἁγίου μὲν γὰρ εἶναί τινος καὶ θεοπνεύστου συναινῶ·
οὐ μὴν ῥᾳδίως ἂν συνθείμην τοῦτον εἶναι τὸν ἀπόστολον, τὸν
υἱὸν Ζεβεδαίου, τὸν ἀδελφὸν Ἰακώβου, οὗ τὸ εὐαγγέλιον τὸ
κατὰ Ἰωάννην ἐπιγεγραμμένον καὶ ἡ ἐπιστολὴ ἡ καθολική.
τεκμαίρομαι γὰρ ἔκ τε τοῦ ἤθους ἑκατέρων καὶ τοῦ τῶν
λόγων εἴδους καὶ τῆς τοῦ βιβλίου διεξαγωγῆς λεγομένης, μὴ
τὸν αὐτὸν εἶναι. ὁ μὲν γὰρ εὐαγγελιστὴς οὐδαμοῦ τὸ ὄνομα
αὐτοῦ παρεγγράφει οὐδὲ κηρύσσει ἑαυτὸν οὔτε διὰ τοῦ εὐαγ-
γελίου οὔτε διὰ τῆς ἐπιστολῆς».
εἶθ᾿ ὑποβάς, πάλιν ταῦτα λέγει·
«Ἰωάννης δὲ οὐδαμοῦ, οὐδὲ ὡς περὶ ἑαυτοῦ οὐδὲ ὡς περὶ
ἑτέρου· ὁ δὲ τὴν Ἀποκάλυψιν γράψας εὐθύς τε ἐν ἀρχῇ
ἑαυτὸν προτάσσει· Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν
ἔδωκεν αὐτῷ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἐν τάχει,
καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ
τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησεν τὸν
λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν αὐτοῦ, ὅσα
εἶδεν· εἶτα καὶ ἐπιστολὴν γράφει· Ἰωάννης ταῖς
ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ, χάρις ὑμῖν καὶ
εἰρήνη. ὁ δέ γε εὐαγγελιστὴς οὐδὲ τῆς καθολικῆς ἐπιστο-
λῆς προέγραψεν ἑαυτοῦ τὸ ὄνομα, ἀλλὰ ἀπερίττως ἀπ᾿ αὐτοῦ
τοῦ μυστηρίου τῆς θείας ἀποκαλύψεως ἤρξατο ὃ ἦν ἀπ᾿
ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς
ἡμῶν· ἐπὶ ταύτῃ γὰρ τῇ ἀποκαλύψει καὶ ὁ κύριος τὸν
Πέτρον ἐμακάρισεν, εἰπών· μακάριος εἶ Σίμων βὰρ
Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ᾿
ὁ πατήρ μου ὁ οὐράνιος. ἀλλ᾿ οὐδὲ ἐν τῇ δευτέρᾳ
φερομένῃ Ἰωάννου καὶ τρίτῃ, καίτοι βραχείαις οὔσαις
ἐπιστολαῖς, ὁ Ἰωάννης ὀνομαστὶ πρόκειται, ἀλλὰ ἀνωνύμως
ὁ πρεσβύτερος γέγραπται. οὗτος δέ γε οὐδὲ αὔταρκες
ἐνόμισεν εἰς ἅπαξ ἑαυτὸν ὀνομάσας διηγεῖσθαι τὰ ἑξῆς,
ἀλλὰ πάλιν ἀναλαμβάνει· ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς
ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ
καὶ ἐν ὑπομονῇ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ
καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν
μαρτυρίαν Ἰησοῦ. καὶ δὴ καὶ πρὸς τῷ τέλει ταῦτα
εἶπεν· μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφη-
τείας τοῦ βιβλίου τούτου κἀγὼ Ἰωάννης ὁ βλέ-
πων καὶ ἀκούων ταῦτα.
«ὅτι μὲν οὖν Ἰωάννης ἐστὶν ὁ ταῦτα γράφων, αὐτῷ
λέγοντι πιστευτέον· ποῖος δὲ οὗτος, ἄδηλον. οὐ γὰρ εἶπεν
ἑαυτὸν εἶναι, ὡς ἐν τῷ εὐαγγελίῳ πολλαχοῦ, τὸν ἠγαπημέ-
νον ὑπὸ τοῦ κυρίου μαθητὴν οὐδὲ τὸν ἀναπεσόντα ἐπὶ
τὸ στῆθος αὐτοῦ οὐδὲ τὸν ἀδελφὸν Ἰακώβου οὐδὲ τὸν αὐτό-
πτην καὶ αὐτήκοον τοῦ κυρίου γενόμενον. εἶπεν
γὰρ ἄν τι τούτων τῶν προδεδηλωμένων, σαφῶς ἑαυτὸν
ἐμφανίσαι βουλόμενος· ἀλλὰ τούτων μὲν οὐδέν, ἀδελ-
φὸν δὲ ἡμῶν καὶ συγκοινωνὸν εἶπεν καὶ μάρτυρα Ἰησοῦ καὶ
μακάριον ἐπὶ τῇ θέᾳ καὶ ἀκοῇ τῶν ἀποκαλύψεων.
«πολλοὺς δὲ ὁμωνύμους Ἰωάννῃ τῷ ἀποστόλῳ νομίζω
γεγονέναι, οἳ διὰ τὴν πρὸς ἐκεῖνον ἀγάπην καὶ τῷ θαυμάζειν
καὶ ζηλοῦν ἀγαπηθῆναί τε ὁμοίως αὐτῷ βούλεσθαι ὑπὸ τοῦ
κυρίου, καὶ τὴν ἐπωνυμίαν τὴν αὐτὴν ἠσπάσαντο, ὥσπερ
καὶ ὁ Παῦλος πολὺς καὶ δὴ καὶ ὁ Πέτρος ἐν τοῖς τῶν πιστῶν
παισὶν ὀνομάζεται. ἔστιν μὲν οὖν καὶ ἕτερος Ἰωάννης
ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὁ ἐπικληθεὶς Μάρκος,
ὃν Βαρναβᾶς καὶ Παῦλος ἑαυτοῖς συμπαρέλαβον, περὶ οὗ
καὶ πάλιν λέγει· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
εἰ δὲ οὗτος ὁ γράψας ἐστίν, οὐκ ἂν φαίην· οὐδὲ γὰρ ἀφῖχθαι
σὺν αὐτοῖς εἰς τὴν Ἀσίαν γέγραπται, ἀλλά· ἀναχθέντες
μέν, φησὶν, ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον
ἦλθον εἰς Πέργην τῆς Παμφυλίας, Ἰωάννης δὲ
ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱερο-
σόλυμα· ἄλλον δέ τινα οἶμαι τῶν ἐν Ἀσίᾳ γενο-
μένων, ἐπεὶ καὶ δύο φασὶν ἐν Ἐφέσῳ γενέσθαι μνήματα καὶ
ἑκάτερον Ἰωάννου λέγεσθαι. καὶ ἀπὸ τῶν νοημάτων δὲ
καὶ ἀπὸ τῶν ῥημάτων καὶ τῆς συντάξεως αὐτῶν εἰκότως
ἕτερος οὗτος παρ᾿ ἐκεῖνον ὑποληφθήσεται. συνᾴδουσι
μὲν γὰρ ἀλλήλοις τὸ εὐαγγέλιον καὶ ἡ ἐπιστολή, ὁμοίως τε
ἄρχονται· τὸ μέν φησιν· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἣ δέ· ὃ ἦν
ἀπ᾿ ἀρχῆς· τὸ μέν φησιν· καὶ ὁ λόγος σὰρξ ἐγέ-
νετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν
δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός,
ἣ δὲ τὰ αὐτὰ σμικρῷ παρηλλαγμένα· ὃ ἀκηκόαμεν, ὃ
ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα
καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου
τῆς ζωῆς καὶ ἡ ζωὴ ἐφανερώθη. ταῦτα γὰρ
προανακρούεται, διατεινόμενος, ὡς ἐν τοῖς ἑξῆς ἐδήλωσεν,
πρὸς τοὺς οὐκ ἐν σαρκὶ φάσκοντας ἐληλυθέναι τὸν κύριον·
δι᾿ ἃ καὶ συνῆψεν ἐπιμελῶς· καὶ ὃ ἑωράκαμεν, μαρ-
τυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν
αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη
ἡμῖν· ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλο-
μεν καὶ ὑμῖν. ἔχεται αὐτοῦ καὶ τῶν προθέσεων οὐκ
ἀφίσταται, διὰ δὲ τῶν αὐτῶν κεφαλαίων καὶ ὀνομάτων πάντα
διεξέρχεται· ὧν τινὰ μὲν ἡμεῖς συντόμως ὑπομνήσομεν,
ὁ δὲ προσεχῶς ἐντυγχάνων εὑρήσει ἐν ἑκατέρῳ
πολλὴν τὴν ζωήν, πολὺ τὸ φῶς ἀποτροπὴν τοῦ σκότους,
συνεχῆ τὴν ἀλήθειαν τὴν χάριν τὴν χαρὰν τὴν σάρκα καὶ
τὸ αἷμα τοῦ κυρίου τὴν κρίσιν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν
τὴν πρὸς ἡμᾶς ἀγάπην τοῦ θεοῦ τὴν πρὸς ἀλλήλους ἡμᾶς
ἀγάπης ἐντολήν, ὡς πάσας δεῖ φυλάττειν τὰς ἐντολάς· ὁ
ἔλεγχος τοῦ κόσμου τοῦ διαβόλου τοῦ ἀντιχρίστου ἡ ἐπαγγελία
τοῦ ἁγίου πνεύματος ἡ υἱοθεσία τοῦ θεοῦ ἡ διόλου πίστις
ἡμῶν ἀπαιτουμένη ὁ πατὴρ καὶ ὁ υἱός, πανταχοῦ· καὶ
ὅλως διὰ πάντων χαρακτηρίζοντας ἕνα καὶ τὸν αὐτὸν
συνορᾶν τοῦ τε εὐαγγελίου καὶ τῆς ἐπιστολῆς χρῶτα
πρόκειται.
«ἀλλοιοτάτη δὲ καὶ ξένη παρὰ ταῦτα ἡ Ἀπο-
κάλυψις, μήτε ἐφαπτομένη μήτε γειτνιῶσα τούτων
μηδενί, σχεδόν, ὡς εἰπεῖν, μηδὲ συλλαβὴν πρὸς αὐτὰ κοινὴν
ἔχουσα· ἀλλ᾿ οὐδὲ μνήμην τινὰ οὐδὲ ἔννοιαν οὔτε ἡ
ἐπιστολὴ τῆς Ἀποκαλύψεως ἔχει (ἔα γὰρ τὸ εὐαγγέλιον)
οὔτε τῆς ἐπιστολῆς ἡ Ἀποκάλυψις, Παύλου διὰ τῶν
ἐπιστολῶν ὑποφήναντός τι καὶ περὶ τῶν ἀποκαλύψεων αὐτοῦ,
ἃς οὐκ ἐνέγραψεν καθ᾿ αὑτάς.
«ἔτι δὲ καὶ διὰ τῆς φράσεως τὴν διαφορὰν ἔστιν
τεκμήρασθαι τοῦ εὐαγγελίου καὶ τῆς ἐπιστολῆς πρὸς τὴν
Ἀποκάλυψιν. τὰ μὲν γὰρ οὐ μόνον ἀπταίστως κατὰ
τὴν τῶν Ἑλλήνων φωνήν, ἀλλὰ καὶ λογιώτατα ταῖς
λέξεσιν τοῖς συλλογισμοῖς ταῖς συντάξεσιν τῆς ἑρμη-
νείας γέγραπται, πολλοῦ γε δεῖ βάρβαρόν τινα φθόγγον
ἢ σολοικισμὸν ἢ ὅλως ἰδιωτισμὸν ἐν αὐτοῖς εὑρεθῆναι·
ἑκάτερον γὰρ εἶχεν, ὡς ἔοικεν, τὸν λόγον, ἀμφοτέρους
αὐτῷ χαρισαμένου τοῦ κυρίου, τόν τε τῆς γνώσεως
τόν τε τῆς φράσεως· τούτῳ δὲ ἀποκαλύψεις μὲν
ἑωρακέναι καὶ γνῶσιν εἰληφέναι καὶ προφητείαν οὐκ
ἀντερῶ, διάλεκτον μέντοι καὶ γλῶσσαν οὐκ ἀκριβῶς ἑλληνί-
ζουσαν αὐτοῦ βλέπω, ἀλλ᾿ ἰδιώμασίν τε βαρβαρικοῖς χρώμενον
καί που καὶ σολοικίζοντα· ἅπερ οὐκ ἀναγκαῖον νῦν ἐκλέγειν·
οὐδὲ γὰρ ἐπισκώπτων (μή τις νομίσῃ) ταῦτα εἶπον, ἀλλὰ
μόνον τὴν ἀνομοιότητα διευθύνων τούτων τῶν γραφῶν».
Ἐπὶ ταύταις τοῦ Διονυσίου φέρονται καὶ ἄλλαι
πλείους ἐπιστολαί, ὥσπερ αἱ κατὰ Σαβελλίου πρὸς Ἄμμωνα
τῆς κατὰ Βερνίκην ἐκκλησίας ἐπίσκοπον καὶ ἡ πρὸς
Τελεσφόρον καὶ ἡ πρὸς Εὐφράνορα καὶ πάλιν Ἄμμωνα καὶ
Εὔπορον· συντάττει δὲ περὶ τῆς αὐτῆς ὑποθέσεως καὶ
ἄλλα τέσσαρα συγγράμματα, ἃ τῷ κατὰ Ῥώμην ὁμωνύμῳ
Διονυσίῳ προσφωνεῖ. καὶ πλείους δὲ παρὰ ταύτας
εἰσὶν αὐτοῦ παρ᾿ ἡμῖν ἐπιστολαὶ καὶ δὴ καὶ πολυεπεῖς λόγοι
ἐν ἐπιστολῆς χαρακτῆρι γραφέντες, ὡς οἱ περὶ φύσεως,
Τιμοθέῳ τῷ παιδὶ προσπεφωνημένοι, καὶ ὁ περὶ πειρασμῶν,
ὃν καὶ αὐτὸν Εὐφράνορι ἀνατέθεικεν. ἐπὶ τούτοις καὶ
Βασιλείδῃ τῶν κατὰ τὴν Πεντάπολιν παροικιῶν ἐπισκόπῳ
γράφων, φησὶν ἑαυτὸν εἰς τὴν ἀρχὴν ἐξήγησιν πεποιῆσθαι
τοῦ Ἐκκλησιαστοῦ, διαφόρους δ᾿ ἡμῖν [τε] καὶ πρὸς τοῦτον
καταλέλοιπεν ἐπιστολάς. τοσαῦτα ὁ Διονύσιος· ἀλλὰ γὰρ
ἤδη μετὰ τὴν τούτων ἱστορίαν φέρε, καὶ τὴν καθ᾿ ἡμᾶς
τοῖς μετέπειτα γνωρίζειν γενεὰν ὁποία τις ἦν, παραδῶμεν.
Ξύστον τῆς Ῥωμαίων ἐκκλησίας ἔτεσιν ἕνδεκα
προστάντα διαδέχεται τῷ κατ᾿ Ἀλεξάνδρειαν ὁμώνυμος
Διονύσιος. ἐν τούτῳ δὲ καὶ Δημητριανοῦ κατ᾿ Ἀντιόχειαν
τὸν βίον μεταλλάξαντος, τὴν ἐπισκοπὴν Παῦλος ὁ ἐκ
Σαμοσάτων παραλαμβάνει. τούτου δὲ ταπεινὰ καὶ
χαμαιπετῆ περὶ τοῦ Χριστοῦ παρὰ τὴν ἐκκλησιαστικὴν
διδασκαλίαν φρονήσαντος ὡς κοινοῦ τὴν φύσιν ἀνθρώπου
γενομένου, ὁ μὲν κατ᾿ Ἀλεξάνδρειαν Διονύσιος παρακληθεὶς
ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀφίκοιτο, γῆρας ὁμοῦ καὶ ἀσθένειαν
τοῦ σώματος αἰτιασάμενος, ἀνατίθεται τὴν παρουσίαν, δι᾿
ἐπιστολῆς τὴν αὐτοῦ γνώμην, ἣν ἔχοι περὶ τοῦ ζητουμένου,
παραστήσας, οἱ δὲ λοιποὶ τῶν ἐκκλησιῶν ποιμένες ἄλλος
ἄλλοθεν ὡς ἐπὶ λυμεῶνα τῆς Χριστοῦ ποίμνης συνῄεσαν,
οἱ πάντες ἐπὶ τὴν Ἀντιόχειαν σπεύδοντες.
Τούτων οἳ μάλιστα διέπρεπον, Φιρμιλιανὸς μὲν τῆς
Καππαδοκῶν Καισαρείας ἐπίσκοπος ἦν, Γρηγόριος δὲ καὶ
Ἀθηνόδωρος ἀδελφοὶ τῶν κατὰ Πόντον παροικιῶν ποιμένες
καὶ ἐπὶ τούτοις Ἕλενος τῆς ἐν Ταρσῷ παροικίας καὶ
Νικομᾶς τῆς ἐν Ἰκονίῳ, οὐ μὴν ἀλλὰ καὶ τῆς ἐν Ἱεροσολύμοις
ἐκκλησίας Ὑμέναιος τῆς τε ὁμόρου ταύτης Καισαρείας
Θεότεκνος, Μάξιμος ἔτι πρὸς τούτοις, τῶν κατὰ Βόστραν
δὲ καὶ οὗτος ἀδελφῶν διαπρεπῶς ἡγεῖτο, μυρίους τε ἄλλους
οὐκ ἂν ἀπορήσαι τις ἅμα πρεσβυτέροις καὶ διακόνοις τῆς
αὐτῆς ἕνεκεν αἰτίας ἐν τῇ προειρημένῃ πόλει συγκροτηθέντας
ἀπαριθμούμενος, ἀλλὰ τούτων γε οἱ μάλιστα ἐπιφανεῖς οἵδε
ἦσαν.
πάντων οὖν κατὰ καιροὺς διαφόρως καὶ πολλάκις
ἐπὶ ταὐτὸν συνιόντων, λόγοι καὶ ζητήσεις καθ᾿ ἑκάστην
ἀνεκινοῦντο σύνοδον, τῶν μὲν ἀμφὶ τὸν Σαμοσατέα τὰ τῆς
ἑτεροδοξίας ἐπικρύπτειν ἔτι καὶ παρακαλύπτεσθαι πειρω-
μένων, τῶν δὲ ἀπογυμνοῦν καὶ εἰς φανερὸν ἄγειν τὴν αἵρεσιν
καὶ τὴν εἰς Χριστὸν βλασφημίαν αὐτοῦ διὰ σπουδῆς
ποιουμένων. ἐν τούτῳ δὲ Διονύσιος τελευτᾷ κατὰ τὸ
δωδέκατον τῆς Γαλλιηνοῦ βασιλείας, προστὰς τῆς κατ᾿
Ἀλεξάνδρειαν ἐπισκοπῆς ἔτεσιν ἑπτακαίδεκα, διαδέχεται
δ᾿ αὐτὸν Μάξιμος.
Γαλλιηνοῦ δ᾿ ἐφ᾿ ὅλοις ἐνιαυτοῖς πεντεκαίδεκα τὴν
ἀρχὴν κεκρατηκότος, Κλαύδιος κατέστη διάδοχος. δεύτερον
οὗτος διελθὼν ἔτος Αὐρηλιανῷ μεταδίδωσι τὴν ἡγεμονίαν·
καθ᾿ ὃν τελευταίας συγκροτηθείσης πλείστων ὅσων
ἐπισκόπων συνόδου, φωραθεὶς καὶ πρὸς ἁπάντων ἤδη
σαφῶς καταγνωσθεὶς ἑτεροδοξίαν ὁ τῆς κατὰ Ἀντιόχειαν
αἱρέσεως ἀρχηγὸς τῆς ὑπὸ τὸν οὐρανὸν καθολικῆς ἐκκλησίας
ἀποκηρύττεται. μάλιστα δ᾿ αὐτὸν εὐθύνας ἐπικρυπτό-
μενον διήλεγξεν Μαλχίων, ἀνὴρ τά τε ἄλλα λόγιος καὶ
σοφιστοῦ τῶν ἐπ᾿ Ἀντιοχείας Ἑλληνικῶν παιδευτηρίων
διατριβῆς προεστώς, οὐ μὴν ἀλλὰ καὶ δι᾿ ὑπερβάλλουσαν
τῆς εἰς Χριστὸν πίστεως γνησιότητα πρεσβυτερίου τῆς
αὐτόθι παροικίας ἠξιωμένος· οὗτός γέ τοι ἐπισημειουμένων
ταχυγράφων ζήτησιν πρὸς αὐτὸν ἐνστησάμενος, ἣν καὶ εἰς
δεῦρο φερομένην ἴσμεν, μόνος ἴσχυσεν τῶν ἄλλων κρυψίνουν
ὄντα καὶ ἀπατηλὸν φωρᾶσαι τὸν ἄνθρωπον.
Μίαν δὴ οὖν ἐκ κοινῆς γνώμης οἱ ἐπὶ ταὐτὸν συγκε-
κροτημένοι ποιμένες διαχαράξαντες ἐπιστολὴν εἰς πρόσωπον
τοῦ τε Ῥωμαίων ἐπισκόπου Διονυσίου καὶ Μαξίμου τοῦ
κατ᾿ Ἀλεξάνδρειαν ἐπὶ πάσας διαπέμπονται τὰς ἐπαρχίας,
τὴν αὐτῶν τε σπουδὴν τοῖς πᾶσιν φανερὰν καθιστάντες καὶ
τοῦ Παύλου τὴν διάστροφον ἑτεροδοξίαν, ἐλέγχους τε καὶ
ἐρωτήσεις ἃς πρὸς αὐτὸν ἀνακεκινήκασιν, καὶ ἔτι τὸν
πάντα βίον τε καὶ τρόπον τοῦ ἀνδρὸς διηγούμενοι· ἐξ ὧν
μνήμης ἕνεκεν καλῶς ἂν ἔχοι ταύτας αὐτῶν ἐπὶ τοῦ παρόντος
διελθεῖν τὰς φωνάς·
«Διονυσίῳ καὶ Μαξίμῳ καὶ τοῖς κατὰ τὴν οἰκουμένην
πᾶσιν συλλειτουργοῖς ἡμῶν ἐπισκόποις καὶ πρεσβυτέροις
καὶ διακόνοις καὶ πάσῃ τῇ ὑπὸ τὸν οὐρανὸν καθολικῇ
ἐκκλησίᾳ Ἕλενος καὶ Ὑμέναιος καὶ Θεόφιλος καὶ Θεότεκνος
καὶ Μάξιμος Πρόκλος Νικομᾶς καὶ Αἰλιανὸς καὶ Παῦλος
καὶ Βωλανὸς καὶ Πρωτογένης καὶ Ἱέραξ καὶ Εὐτύχιος καὶ
Θεόδωρος καὶ Μαλχίων καὶ Λούκιος καὶ οἱ λοιποὶ πάντες
οἱ σὺν ἡμῖν παροικοῦντες τὰς ἐγγὺς πόλεις καὶ ἔθνη ἐπίσκοποι
καὶ πρεσβύτεροι καὶ διάκονοι καὶ αἱ ἐκκλησίαι τοῦ θεοῦ
ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν».
τούτοις μετὰ βραχέα ἐπιλέγουσιν ταῦτα·
«ἐπεστέλλομεν δὲ ἅμα καὶ παρεκαλοῦμεν πολλοὺς καὶ
τῶν μακρὰν ἐπισκόπων ἐπὶ τὴν θεραπείαν τῆς θανατηφόρου
διδασκαλίας, ὥσπερ καὶ Διονύσιον τὸν ἐπὶ τῆς Ἀλεξανδρείας
καὶ Φιρμιλιανὸν τὸν ἀπὸ τῆς Καππαδοκίας, τοὺς μακαρίτας·
ὧν ὃ μὲν καὶ ἐπέστειλεν εἰς τὴν Ἀντιόχειαν, τὸν ἡγεμόνα
τῆς πλάνης οὐδὲ προσρήσεως ἀξιώσας οὐδὲ πρὸς πρόσωπον
γράψας αὐτῷ, ἀλλὰ τῇ παροικίᾳ πάσῃ, ἧς καὶ τὸ ἀντίγραφον
ὑπετάξαμεν. ὁ δὲ Φιρμιλιανός, καὶ δὶς ἀφικόμενος,
κατέγνω μὲν τῶν ὑπ᾿ ἐκείνου καινοτομουμένων, ὡς ἴσμεν
καὶ μαρτυροῦμεν οἱ παραγενόμενοι καὶ ἄλλοι πολλοὶ
συνίσασιν, ἐπαγγειλαμένου δὲ μεταθήσεσθαι, πιστεύσας
καὶ ἐλπίσας ἄνευ τινὸς περὶ τὸν λόγον λοιδορίας τὸ πρᾶγμα
εἰς δέον καταστήσεσθαι, ἀνεβάλετο, παρακρουσθεὶς ὑπὸ
τοῦ καὶ τὸν θεὸν τὸν ἑαυτοῦ καὶ κύριον ἀρνουμένου καὶ
τὴν πίστιν, ἣν καὶ αὐτὸς πρότερον εἶχεν, μὴ φυλάξαντος.
ἔμελλεν δὲ καὶ νῦν ὁ Φιρμιλιανὸς εἰς τὴν Ἀντιόχειαν
διαβήσεσθαι καὶ μέχρι γε Ταρσῶν ἧκεν, ἅτε τῆς ἀρνησιθέου
κακίας αὐτοῦ πεῖραν εἰληφώς· ἀλλὰ γὰρ μεταξύ, συνελη-
λυθότων ἡμῶν καὶ καλούντων καὶ ἀναμενόντων, ἄχρι ἂν
ἔλθῃ, τέλος ἔσχεν τοῦ βίου».
μεθ᾿ ἕτερα δ᾿ αὖθις τὸν βίον τοῦ αὐτοῦ οἵας ἐτύγχανεν
ἀγωγῆς, διαγράφουσιν ἐν τούτοις·
«ὅπου δὲ ἀποστὰς τοῦ κανόνος, ἐπὶ κίβδηλα καὶ νόθα
διδάγματα μετελήλυθεν, οὐδὲν δεῖ τοῦ ἔξω ὄντος τὰς πράξει
κρίνειν, οὐδ᾿ ὅτι πρότερον πένης ὢν καὶ πτωχὸς καὶ
μήτε παρὰ πατέρων παραλαβὼν μηδεμίαν εὐπορίαν μήτε
ἐκ τέχνης ἤ τινος ἐπιτηδεύματος κτησάμενος, νῦν εἰς
ὑπερβάλλοντα πλοῦτον ἐλήλακεν ἐξ ἀνομιῶν καὶ ἱεροσυλιῶν
καὶ ὧν αἰτεῖ καὶ σείει τοὺς ἀδελφούς, καταβραβεύων τοὺς
ἀδικουμένους καὶ ὑπισχνούμενος βοηθήσειν μισθοῦ, ψευδό-
μενος δὲ καὶ τούτους καὶ μάτην καρπούμενος τὴν τῶν ἐν
πράγμασιν ὄντων ἑτοιμότητα πρὸς τὸ διδόναι ὑπὲρ ἀπαλλαγῆς
τῶν ἐνοχλούντων, πορισμὸν ἡγούμενος τὴν θεοσέβειαν·
οὔτε ὡς ὑψηλὰ φρονεῖ καὶ ὑπερῆρται, κοσμικὰ ἀξιώματα
ὑποδυόμενος καὶ δουκηνάριος μᾶλλον ἢ ἐπίσκοπος θέλων
καλεῖσθαι καὶ σοβῶν κατὰ τὰς ἀγορὰς καὶ ἐπιστολὰς
ἀναγινώσκων καὶ ὑπαγορεύων ἅμα βαδίζων δημοσίᾳ καὶ
δορυφορούμενος, τῶν μὲν προπορευομένων, τῶν δ᾿ ἐφεπο-
μένων, πολλῶν τὸν ἀριθμόν, ὡς καὶ τὴν πίστιν φθονεῖσθαι
καὶ μισεῖσθαι διὰ τὸν ὄγκον αὐτοῦ καὶ τὴν ὑπερηφανίαν
τῆς καρδίας· οὔτε τὴν ἐν ταῖς ἐκκλησιαστικαῖς
συνόδοις τερατείαν, ἣν μηχανᾶται, δοξοκοπῶν καὶ φαντα-
σιοκοπῶν καὶ τὰς τῶν ἀκεραιοτέρων ψυχὰς τοῖς τοιούτοις
ἐκπλήττων, βῆμα μὲν καὶ θρόνον ὑψηλὸν ἑαυτῷ κατασκευ-
άσμενος, οὐχ ὡς Χριστοῦ μαθητής, σήκρητόν τε, ὥσπερ
οἱ τοῦ κόσμου ἄρχοντες, ἔχων τε καὶ ὀνομάζων, παίων τε
τῇ χειρὶ τὸν μηρὸν καὶ τὸ βῆμα ἀράττων τοῖς ποσὶν καὶ
τοῖς μὴ ἐπαινοῦσιν μηδὲ ὥσπερ ἐν τοῖς θεάτροις κατασείουσιν
ταῖς ὀθόναις μηδ᾿ ἐκβοῶσίν τε καὶ ἀναπηδῶσιν κατὰ τὰ
αὐτὰ τοῖς ἀμφ᾿ αὐτὸν στασιώταις, ἀνδράσιν τε καὶ γυναίοις,
ἀκόσμως οὕτως ἀκροωμένοις, τοῖς δ᾿ οὖν ὡς ἐν οἴκῳ θεοῦ
σεμνοπρεπῶς καὶ εὐτάκτως ἀκούουσιν ἐπιτιμῶν καὶ
ἐνυβρίζων καὶ εἰς τοὺς ἀπελθόντας ἐκ τοῦ βίου τούτου
παροινῶν ἐξηγητὰς τοῦ λόγου φορτικῶς ἐν τῷ κοινῷ καὶ
μεγαλορημονῶν περὶ ἑαυτοῦ, καθάπερ οὐκ ἐπίσκοπος ἀλλὰ
σοφιστὴς καὶ γόης· ψαλμοὺς δὲ τοὺς μὲν εἰς τὸν
κύριον ἡμῶν Ἰησοῦν Χριστὸν παύσας ὡς δὴ νεωτέρους
καὶ νεωτέρων ἀνδρῶν συγγράμματα, εἰς ἑαυτὸν δὲ ἐν μέσῃ
τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ τοῦ πάσχα ἡμέρᾳ ψαλμῳδεῖν γυναῖκας
παρασκευάζων, ὧν καὶ ἀκούσας ἄν τις φρίξειεν· οἷα καὶ
τοὺς θωπεύοντας αὐτὸν ἐπισκόπους τῶν ὁμόρων ἀγρῶν τε
καὶ πόλεων καὶ πρεσβυτέρους ἐν ταῖς πρὸς τὸν λαὸν ὁμιλίαις
καθίησιν διαλέγεσθαι· τὸν μὲν γὰρ υἱὸν τοῦ θεοῦ
οὐ βούλεται συνομολογεῖν ἐξ οὐρανοῦ κατεληλυθέναι (ἵνα
τι προλαβόντες τῶν μελλόντων γραφήσεσθαι θῶμεν, καὶ
τοῦτο οὐ λόγῳ ψιλῷ ῥηθήσεται, ἀλλ᾿ ἐξ ὧν ἐπέμψαμεν
ὑπομνημάτων δείκνυται πολλαχόθεν, οὐχ ἥκιστα δὲ ὅπου
λέγει Ἰησοῦν Χριστὸν κάτωθεν), οἱ δὲ εἰς αὐτὸν ψάλλοντες
καὶ ἐγκωμιάζοντες ἐν τῷ λαῷ ἄγγελον τὸν ἀσεβῆ διδάσκαλον
ἑαυτῶν ἐξ οὐρανοῦ κατεληλυθέναι λέγουσιν, καὶ ταῦτα οὐ
κωλύει, ἀλλὰ καὶ λεγομένοις πάρεστιν ὁ ὑπερήφανος·
τὰς δὲ συνεισάκτους αὐτοῦ γυναῖκας, ὡς Ἀντιοχεῖς
ὀνομάζουσιν, καὶ τῶν περὶ αὐτὸν πρεσβυτέρων καὶ διακόνων,
οἷς καὶ τοῦτο καὶ τὰ ἄλλα ἁμαρτήματα ἀνίατα ὄντα συγκρύ-
πτει, συνειδὼς καὶ ἐλέγξας, ὅπως αὐτοὺς ὑπόχρεως ἔχῃ,
περὶ ὧν λόγοις καὶ ἔργοις ἀδικεῖ, μὴ τολμῶντας κατηγορεῖν
τῷ καθ᾿ ἑαυτοὺς φόβῳ, ἀλλὰ καὶ πλουσίους ἀπέφηνεν, ἐφ᾿
ᾧ πρὸς τῶν τὰ τοιαῦτα ζηλούντων φιλεῖται καὶ θαυμάζεται—
τί ἂν ταῦτα γράφοιμεν; ἐπιστάμεθα δέ, ἀγαπητοί,
ὅτι τὸν ἐπίσκοπον καὶ τὸ ἱερατεῖον ἅπαν παράδειγμα εἶναι
δεῖ τῷ πλήθει πάντων καλῶν ἔργων, καὶ οὐδὲ ἐκεῖνο
ἀγνοοῦμεν ὅσοι ὑπὸ τοῦ συνεισάγειν ἑαυτοῖς γυναῖκας
ἐξέπεσον, οἳ δ᾿ ὑπωπτεύθησαν, ὥστ᾿ εἰ καὶ δοίη τις αὐτῷ
τὸ μηδὲν ἀσελγὲς ποιεῖν, ἀλλὰ τήν γε ὑπόνοιαν τὴν ἐκ τοῦ
τοιούτου πράγματος φυομένην ἐχρῆν εὐλαβηθῆναι, μή τινα
σκανδαλίσῃ, τοὺς δὲ καὶ μιμεῖσθαι προτρέψῃ. πῶς
γὰρ ἂν ἐπιπλήξειεν ἢ νουθετήσειεν ἕτερον μὴ συγκαταβαίνειν
ἐπὶ πλέον εἰς ταὐτὸν γυναικί, μὴ ὀλίσθῃ, φυλαττόμενον, ὡς
γέγραπται, ὅστις μίαν μὲν ἀπέστησεν ἤδη, δύο δὲ
ἀκμαζούσας καὶ εὐπρεπεῖς τὴν ὄψιν ἔχει μεθ᾿ ἑαυτοῦ, κἂν
ἀπίῃ που, συμπεριφέρει, καὶ ταῦτα τρυφῶν καὶ ὑπερεμ-
πιμπλάμενος; ὧν ἕνεκα στενάζουσι μὲν καὶ ὀδύρονται
πάντες καθ᾿ ἑαυτούς, οὕτω δὲ τὴν τυραννίδα καὶ δυναστείαν
αὐτοῦ πεφόβηνται, ὥστε κατηγορεῖν μὴ τολμᾶν. ἀλλὰ
ταῦτα μέν, ὡς προειρήκαμεν, εὔθυνεν ἄν τις ἄνδρα τὸ γοῦν
φρόνημα καθολικὸν ἔχοντα καὶ συγκαταριθμούμενον ἡμῖν,
τὸν δ᾿ ἐξορχησάμενον τὸ μυστήριον καὶ ἐμπομπεύσαντα τῇ
μιαρᾷ αἱρέσει τῇ Ἀρτεμᾶ (τί γὰρ οὐ χρὴ μόλις τὸν πατέρα
αὐτοῦ δηλῶσαι;) οὐδὲν δεῖν ἡγούμεθα τούτων τοὺς λογι-
σμοὺς ἀπαιτεῖν».
εἶτ᾿ ἐπὶ τέλει τῆς ἐπιστολῆς ταῦτ᾿ ἐπιλέγουσιν·
«ἠναγκάσθημεν οὖν ἀντιτασσόμενον αὐτὸν τῷ θεῷ καὶ
μὴ εἴκοντα ἐκκηρύξαντες, ἕτερον ἀντ᾿ αὐτοῦ τῇ καθολικῇ
ἐκκλησίᾳ καταστῆσαι ἐπίσκοπον, θεοῦ προνοίᾳ ὡς πεπεί-
σμεθα, τὸν τοῦ μακαρίου Δημητριανοῦ καὶ ἐπιφανῶς
προστάντος πρὸ τούτου τῆς αὐτῆς παροικίας υἱὸν Δόμνον,
ἅπασιν τοῖς πρέπουσιν ἐπισκόπῳ καλοῖς κεκοσμημένον,
ἐδηλώσαμέν τε ὑμῖν, ὅπως τούτῳ γράφητε καὶ παρὰ τούτου
τὰ κοινωνικὰ δέχησθε γράμματα· τῷ δὲ Ἀρτεμᾷ οὗτος
ἐπιστελλέτω καὶ οἱ τὰ Ἀρτεμᾶ φρονοῦντες τούτῳ
κοινωνείτωσαν».
τοῦ δὴ οὖν Παύλου σὺν καὶ τῇ τῆς πίστεως
ὀρθοδοξίᾳ τῆς ἐπισκοπῆς ἀποπεπτωκότος, Δόμνος, ὡς
εἴρηται, τὴν λειτουργίαν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας
διεδέξατο· ἀλλὰ γὰρ μηδαμῶς ἐκστῆναι τοῦ Παύλου
τοῦ τῆς ἐκκλησίας οἴκου θέλοντος, βασιλεὺς ἐντευχθεὶς
Αὐρηλιανὸς αἰσιώτατα περὶ τοῦ πρακτέου διείληφεν, τούτοις
νεῖμαι προστάττων τὸν οἶκον, οἷς ἂν οἱ κατὰ τὴν Ἰταλίαν
καὶ τὴν Ῥωμαίων πόλιν ἐπίσκοποι τοῦ δόγματος ἐπιστέλ-
λοιεν. οὕτω δῆτα ὁ προδηλωθεὶς ἀνὴρ μετὰ τῆς ἐσχάτης
αἰσχύνης ὑπὸ τῆς κοσμικῆς ἀρχῆς ἐξελαύνεται τῆς ἐκκλησίας.
τοιοῦτος μέν γέ τις ἦν τὸ τηνικάδε περὶ ἡμᾶς ὁ
Αὐρηλιανός, προϊούσης δ᾿ αὐτῷ τῆς ἀρχῆς ἀλλοῖόν τι
περὶ ἡμῶν φρονήσας, ἤδη τισὶν βουλαῖς, ὡς ἂν διωγμὸν
καθ᾿ ἡμῶν ἐγείρειεν, ἀνεκινεῖτο, πολύς τε ἦν ὁ παρὰ πᾶσιν
περὶ τούτου λόγος· μέλλοντα δὲ ἤδη καὶ σχεδὸν
εἰπεῖν τοῖς καθ᾿ ἡμῶν γράμμασιν ὑποσημειούμενον θεία
μέτεισιν δίκη, μόνον οὐχὶ ἐξ ἀγκώνων τῆς ἐγχειρήσεως
αὐτὸν ἀποδεσμοῦσα λαμπρῶς τε τοῖς πᾶσιν συνορᾶν
παριστῶσα ὡς οὔποτε γένοιτ᾿ ἂν ῥᾳστώνη τοῖς τοῦ βίου
ἄρχουσιν κατὰ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν, μὴ οὐχὶ τῆς
ὑπερμάχου χειρὸς θείᾳ καὶ οὐρανίῳ κρίσει παιδείας ἕνεκα
καὶ ἐπιστροφῆς, καθ᾿ οὓς ἂν αὐτὴ δοκιμάζοι καιρούς,
τοῦτ᾿ ἐπιτελεῖσθαι συγχωρούσης.
ἔτεσι γοῦν ἓξ κρατήσαντα τὸν Αὐρηλιανὸν διαδέχεται
Πρόβος, καὶ τοῦτον δέ που τοῖς ἴσοις ἐπικατασχόντα Κᾶρος
ἅμα παισὶν Καρίνῳ καὶ Νουμεριανῷ, πάλιν τ᾿ αὖ καὶ τούτων
οὐδ᾿ ὅλοις τρισὶν ἐνιαυτοῖς διαγενομένων, μέτεισιν τὰ τῆς ἡγε-
μονίας Διοκλητιανὸν καὶ τοὺς μετ᾿ αὐτὸν εἰσποιηθέντας, ἐφ᾿
ὧν ὁ καθ᾿ ἡμᾶς συντελεῖται διωγμὸς καὶ ἡ κατ᾿ αὐτὸν τῶν
ἐκκλησιῶν καθαίρεσις. ἀλλὰ γὰρ μικρῷ τούτου πρότε-
ρον τὸν ἐπὶ Ῥώμης ἐπίσκοπον Διονύσιον ἔτεσιν ἐννέα
διελθόντα τὴν λειτουργίαν διαδέχεται Φῆλιξ.
Ἐν τούτῳ καὶ ὁ μανεὶς τὰς φρένας ἐπώνυμός τε τῆς
δαιμονώσης αἱρέσεως τὴν τοῦ λογισμοῦ παρατροπὴν
καθωπλίζετο, τοῦ δαίμονος, αὐτοῦ δὴ τοῦ θεομάχου σατανᾶ,
ἐπὶ λύμῃ πολλῶν τὸν ἄνδρα προβεβλημένου. βάρβαρος δῆτα
τὸν βίον αὐτῷ λόγῳ καὶ τρόπῳ τήν τε φύσιν δαιμονικός
τις ὢν καὶ μανιώδης, ἀκόλουθα τούτοις ἐγχειρῶν, Χριστὸν
αὑτὸν μορφάζεσθαι ἐπειρᾶτο, τοτὲ μὲν τὸν παράκλητον καὶ
αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον αὐτὸς ἑαυτὸν ἀνακηρύττων καὶ
τυφούμενός γε ἐπὶ τῇ μανίᾳ, τοτὲ δέ, οἷα Χριστός, μαθητὰς
δώδεκα κοινωνοὺς τῆς καινοτομίας αἱρούμενος· δόγ-
ματά γε μὴν ψευδῆ καὶ ἄθεα ἐκ μυρίων τῶν πρόπαλαι
ἀπεσβηκότων ἀθέων αἱρέσεων συμπεφορημένα καττύσας,
ἐκ τῆς Περσῶν ἐπὶ τὴν καθ᾿ ἡμᾶς οἰκουμένην ὥσπερ τινὰ
θανατηφόρον ἰὸν ἐξωμόρξατο, ἀφ᾿ οὗ δὴ τὸ Μανιχαίων
δυσσεβὲς ὄνομα τοῖς πολλοῖς εἰς ἔτι νῦν ἐπιπολάζει. τοιαύτη
μὲν οὖν ἡ καὶ τῆσδε τῆς ψευδωνύμου γνώσεως ὑπόθεσις,
κατὰ τοὺς δεδηλωμένους ὑποφυείσης χρόνους.
καθ᾿ οὓς Φήλικα τῆς Ῥωμαίων προστάντα ἐκκλησίας
ἔτεσιν πέντε Εὐτυχιανὸς διαδέχεται· οὐδ᾿ ὅλοις δὲ μησὶν
οὗτος δέκα διαγενόμενος, Γαΐῳ τῷ καθ᾿ ἡμᾶς καταλείπει
τὸν κλῆρον· καὶ τούτου δὲ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη
προστάντος, Μαρκελλῖνος κατέστη διάδοχος, ὃν καὶ αὐτὸν
ὁ διωγμὸς κατείληφεν.
κατὰ τούσδε τῆς Ἀντιοχέων ἐπισκοπῆς μετὰ Δόμνον
ἡγήσατο Τίμαιος, ὃν ὁ καθ᾿ ἡμᾶς διεδέξατο Κύριλλος·
καθ᾿ ὃν Δωρόθεον, πρεσβείου τοῦ κατὰ Ἀντιόχειαν ἠξιω-
μένον, λόγιον ἄνδρα ἔγνωμεν. φιλόκαλος δ᾿ οὗτος περὶ
τὰ θεῖα γεγονώς, καὶ τῆς Ἑβραίων ἐπεμελήθη γλώττης,
ὡς καὶ αὐταῖς ταῖς Ἑβραϊκαῖς γραφαῖς ἐπιστημόνως
ἐντυγχάνειν. ἦν δ᾿ οὗτος τῶν μάλιστα ἐλευθερίων
προπαιδείας τε τῆς καθ᾿ Ἕλληνας οὐκ ἄμοιρος, τὴν φύσιν
δὲ ἄλλως εὐνοῦχος, οὕτω πεφυκὼς ἐξ αὐτῆς γενέσεως,
ὡς καὶ βασιλέα διὰ τοῦτο, οἷόν τι παράδοξον, αὐτὸν
οἰκειώσασθαι καὶ τιμῆσαί γε ἐπιτροπῇ τῆς κατὰ Τύρον
ἁλουργοῦ βαφῆς. τούτου μετρίως τὰς γραφὰς ἐπὶ
τῆς ἐκκλησίας διηγουμένου κατηκούσαμεν. μετὰ δὲ Κύριλ-
λον Τύραννος τῆς Ἀντιοχέων παροικίας τὴν ἐπισκοπὴν
διεδέξατο, καθ᾿ ὃν ἤκμασεν ἡ τῶν ἐκκλησιῶν πολιορκία.
τῆς δ᾿ ἐν Λαοδικείᾳ παροικίας ἡγήσατο μετὰ
Σωκράτην Εὐσέβιος, ἀπὸ τῆς Ἀλεξανδρέων ὁρμηθεὶς
πόλεως· αἰτία δ᾿ αὐτῷ τῆς μεταναστάσεως ὑπῆρξεν ἡ
κατὰ τὸν Παῦλον ὑπόθεσις, δι᾿ ὃν τῆς Συρίας ἐπιβάς, πρὸς
τῶν τῇδε περὶ τὰ θεῖα ἐσπουδακότων τῆς οἴκαδε πορείας
εἴργεται, ἐπέραστόν τι θεοσεβείας χρῆμα τῶν καθ᾿ ἡμᾶς
γενόμενος, ὡς καὶ ἀπὸ τῶν προπαρατεθεισῶν Διονυσίου
φωνῶν διαγνῶναι ῥᾴδιον. Ἀνατόλιος αὐτῷ διάδοχος,
ἀγαθός, φασίν, ἀγαθοῦ, καθίσταται, γένος μὲν καὶ αὐτὸς
Ἀλεξανδρεύς, λόγων δ᾿ ἕνεκα καὶ παιδείας τῆς Ἑλλήνων
φιλοσοφίας τε τὰ πρῶτα τῶν μάλιστα καθ᾿ ἡμᾶς δοκιμω-
τάτων ἀπενηνεγμένος, ἅτε ἀριθμητικῆς καὶ γεωμετρίας
ἀστρονομίας τε καὶ τῆς ἄλλης, διαλεκτικῆς εἴτε φυσικῆς,
θεωρίας ῥητορικῶν τε αὖ μαθημάτων ἐληλακὼς εἰς ἄκρον·
ὧν ἕνεκα καὶ τῆς ἐπ᾿ Ἀλεξανδρείας Ἀριστοτέλους διαδοχῆς
τὴν διατριβὴν λόγος ἔχει πρὸς τῶν τῇδε πολιτῶν συστήσασθαι
αὐτὸν ἀξιωθῆναι. μυρίας μὲν οὖν τοῦδε καὶ ἄλλας
ἀριστείας ἐν τῇ κατ᾿ Ἀλεξάνδρειαν τοῦ Βρουχείου πολιορκίᾳ
μνημονεύουσιν, ἅτε τῶν ἐν τέλει προνομίας ἐξαιρέτου πρὸς
ἁπάντων ἠξιωμένου, δείγματος δ᾿ ἕνεκα μόνου τοῦδε
ἐπιμνησθήσομαι. τοῦ πυροῦ, φασὶν, τοῖς πολιορκου-
μένοις ἐπιλελοιπότος, ὡς ἤδη τῶν ἔξωθεν πολεμίων μᾶλλον
αὐτοῖς τὸν λιμὸν ἀφόρητον καθεστάναι, παρὼν ὁ δηλούμενος
οἰκονομεῖταί τι τοιοῦτον. θατέρου μέρους τῆς πόλεως τῷ
Ῥωμαϊκῷ συμμαχοῦντος στρατῷ ταύτῃ τε τυγχάνοντος
ἀπολιορκήτου, τὸν Εὐσέβιον (ἔτι γὰρ εἶναι τότε αὐτόθι
πρὸ τῆς ἐπὶ Συρίαν μεταναστάσεως), ἐν τοῖς ἀπολιορκήτοις
ὄντα μέγα τε κλέος καὶ διαβόητον ὄνομα μέχρι καὶ τοῦ
Ῥωμαίων στρατηλάτου κεκτημένον, περὶ τῶν λιμῷ
διαφθειρομένων κατὰ τὴν πολιορκίαν πέμψας ὁ Ἀνατόλιος
ἐκδιδάσκει· ὃ δὲ μαθών, σωτηρίαν τοῖς ἀπὸ τῶν
πολεμίων αὐτομόλοις παρασχεῖν ὡς ἐν μεγίστῃ χάριτι
δωρεᾶς τὸν Ῥωμαίων στρατηγὸν αἰτεῖται, καὶ τῆς
ἀξιώσεώς γε τυχὼν ἐμφανὲς τῷ Ἀνατολίῳ καθίστησιν.
ὃ δὲ αὐτίκα τὴν ἐπαγγελίαν δεξάμενος, βουλὴν τῶν
Ἀλεξανδρέων συναγαγών, τὰ μὲν πρῶτα πάντας ἠξίου
φιλικὴν δοῦναι Ῥωμαίοις δεξιάν, ὡς δ᾿ ἀγριαίνοντας ἐπὶ
τῷ λόγῳ συνεῖδεν, «ἀλλ᾿ οὐ τούτῳ γε, φησίν, ἀντιλέξειν
ποθ᾿ ὑμᾶς οἴομαι, εἰ τοὺς περιττοὺς καὶ ἡμῖν αὐτοῖς οὐδαμῇ
χρησίμους, γραΐδας καὶ νήπια καὶ πρεσβύτας, ἐκδοῦναι
πυλῶν ἔξω βαδίζειν ὅποι καὶ βούλοιντο, συμβουλεύσαιμι.
τί γὰρ δὴ τούτους εἰς μάτην, ὅσον οὔπω τεθνηξομένους, παρ᾿
ἑαυτοῖς ἔχομεν; τί δὲ τοὺς ἀναπήρους καὶ τὰ σώματα
λελωβημένους τῷ λιμῷ κατατρύχομεν, τρέφειν δέον μόνους
ἄνδρας καὶ νεανίας καὶ τὸν ἀναγκαῖον πυρὸν τοῖς ἐπὶ
φυλακῇ τῆς πόλεως ἐπιτηδείοις ταμιεύεσθαι;» τοιούτοις
τισὶν λογισμοῖς πείσας τὸ συνέδριον, ψῆφον πρῶτος ἀναστὰς
ἐκφέρει πᾶν τὸ τῇ στρατείᾳ μὴ ἐπιτήδειον εἴτε ἀνδρῶν εἴτε
γυναικῶν γένος ἀπολύειν τῆς πόλεως, ὅτι μηδὲ καταμένουσιν
αὐτοῖς καὶ εἰς ἄχρηστον ἐν τῇ πόλει διατρίβουσιν ἐλπὶς
ἂν γένοιτο σωτηρίας, πρὸς τοῦ λιμοῦ διαφθαρησομένοις.
ταύτῃ δὲ τῶν λοιπῶν ἁπάντων τῶν ἐν τῇ βουλῇ
συγκαταθεμένων μικροῦ δεῖν τοὺς πάντας τῶν πολιορκουμέ-
νων διεσώσατο, ἐν πρώτοις μὲν τῶν ἀπὸ τῆς ἐκκλησίας,
ἔπειτα δὲ καὶ τῶν ἄλλων τῶν κατὰ τὴν πόλιν πᾶσαν ἡλικίαν
διαδιδράσκειν προμηθούμενος, οὐ μόνον τῶν κατὰ τὴν
ψῆφον δεδογμένων, τῇ δὲ τούτων προφάσει καὶ μυρίους
ἄλλους, λεληθότως γυναικείαν στολὴν ἀμπισχομένους νύκτωρ
τε τῇ ἐκείνου φροντίδι τῶν πυλῶν ἐξιόντας καὶ ἐπὶ τὴν
Ῥωμαίων στρατιὰν ὁρμῶντας. ἔνθα τοὺς πάντας ὑποδε-
χόμενος ὁ Εὐσέβιος πατρὸς καὶ ἰατροῦ δίκην κεκακωμένους
ἐκ τῆς μακρᾶς πολιορκίας διὰ πάσης προνοίας καὶ θεραπείας
ἀνεκτᾶτο. τοιούτων ἡ κατὰ Λαοδίκειαν ἐκκλησία δύο
ἐφεξῆς κατὰ διαδοχὴν ἠξιώθη ποιμένων, σὺν θείᾳ προμηθείᾳ
μετὰ τὸν δηλωθέντα πόλεμον ἐκ τῆς Ἀλεξανδρέων πόλεως
ἐπὶ τὰ τῇδε μετεληλυθότων. οὐμενοῦν ἐσπουδάσθη
πλεῖστα τῷ Ἀνατολίῳ συγγράμματα, τοσαῦτα δ᾿ εἰς ἡμᾶς
ἐλήλυθεν, δι᾿ ὧν αὐτοῦ καταμαθεῖν δυνατὸν ὁμοῦ τό τε λόγιον
καὶ πολυμαθές· ἐν οἷς μάλιστα τὰ περὶ τοῦ πάσχα δόξαντα
παρίστησιν, ἀφ᾿ ὧν ἀναγκαῖον ἂν εἴη τούτων ἐπὶ τοῦ
παρόντος μνημονεῦσαι.
Ἐκ τῶν περὶ τοῦ πάσχα Ἀνατολίου κανόνων·
«Ἔχει τοίνυν ἐν τῷ πρώτῳ ἔτει τὴν νουμηνίαν τοῦ
πρώτου μηνός, ἥτις ἁπάσης ἐστὶν ἀρχὴ τῆς ἐννεακαιδε-
καετηρίδος, τὴν κατ᾿ Αἰγυπτίους μὲν Φαμενὼθ κϚ, κατὰ δὲ
τοὺς Μακεδόνων μῆνας Δύστρου κβ, ὡς δ᾿ ἂν εἴποιεν
Ῥωμαῖοι, πρὸ ια Καλανδῶν Ἀπριλίων. εὑρίσκεται
δὲ ὁ ἥλιος ἐν τῇ προκειμένῃ Φαμενὼθ κϚ οὐ μόνον ἐπιβὰς τοῦ
πρώτου τμήματος, ἀλλ᾿ ἤδη καὶ τετάρτην ἡμέραν ἐν αὐτῷ
διαπορευόμενος. τοῦτο δὲ τὸ τμῆμα πρῶτον δωδεκατημόριον
καὶ ἰσημερινὸν καὶ μηνῶν ἀρχὴν καὶ κεφαλὴν τοῦ κύκλου
καὶ ἄφεσιν τοῦ τῶν πλανητῶν δρόμου καλεῖν εἰώθασιν, τὸ
δὲ πρὸ τούτου μηνῶν ἔσχατον καὶ τμῆμα δωδέκατον καὶ
τελευταῖον δωδεκατημόριον καὶ τέλος τῆς τῶν πλανητῶν
περιόδου· δι᾿ ὃ καὶ τοὺς ἐν αὐτῷ τιθεμένους τὸν πρῶτον
μῆνα καὶ τὴν τεσσαρεσκαιδεκάτην τοῦ πάσχα κατ᾿ αὐτὴν
λαμβάνοντας οὐ μικρῶς οὐδ᾿ ὡς ἔτυχεν ἁμαρτάνειν φαμέν.
ἔστιν δ᾿ οὐχ ἡμέτερος οὗτος ὁ λόγος, Ἰουδαίοις δὲ
ἐγινώσκετο τοῖς πάλαι καὶ πρὸ Χριστοῦ ἐφυλάττετό τε
πρὸς αὐτῶν μάλιστα· μαθεῖν δ᾿ ἔστιν ἐκ τῶν ὑπὸ Φίλωνος
Ἰωσήπου Μουσαίου λεγομένων, καὶ οὐ μόνων τούτων, ἀλλὰ
καὶ τῶν ἔτι παλαιοτέρων ἀμφοτέρων Ἀγαθοβούλων, τῶν
ἐπίκλην διδασκάλων Ἀριστοβούλου τοῦ πάνυ, ὃς ἐν τοῖς οʹ
κατειλεγμένος τοῖς τὰς ἱερὰς καὶ θείας Ἑβραίων ἑρμηνεύσασι
γραφὰς Πτολεμαίῳ τῷ Φιλαδέλφῳ καὶ τῷ τούτου πατρί,
καὶ βίβλους ἐξηγητικὰς τοῦ Μωυσέως νόμου τοῖς αὐτοῖς
προσεφώνησεν βασιλεῦσιν. οὗτοι τὰ ζητούμενα κατὰ
τὴν Ἔξοδον ἐπιλύοντες, φασὶ δεῖν τὰ διαβατήρια θύειν
ἐπ᾿ ἴσης ἅπαντας μετὰ ἰσημερίαν ἐαρινήν, μεσοῦντος τοῦ
πρώτου μηνός· τοῦτο δὲ εὑρίσκεσθαι, τὸ πρῶτον τμῆμα
τοῦ ἡλιακοῦ, ἢ ὥς τινες αὐτῶν ὠνόμασαν, ζῳοφόρου κύκλου
διεξιόντος ἡλίου. ὁ δὲ Ἀριστόβουλος προστίθησιν ὡς εἴη
ἐξ ἀνάγκης τῇ τῶν διαβατηρίων ἑορτῇ μὴ μόνον τὸν ἥλιον
ἰσημερινὸν διαπορεύεσθαι τμῆμα, καὶ τὴν σελήνην δέ.
τῶν γὰρ ἰσημερινῶν τμημάτων ὄντων δύο, τοῦ μὲν
ἐαρινοῦ, τοῦ δὲ μετοπωρινοῦ, καὶ διαμετρούντων ἄλληλα
δοθείσης τε τῆς τῶν διαβατηρίων ἡμέρας τῇ τεσσαρεσκαι-
δεκάτῃ τοῦ μηνὸς μεθ᾿ ἑσπέραν, ἐνστήξεται μὲν ἡ σελήνη
τὴν ἐναντίαν καὶ διάμετρον τῷ ἡλίῳ στάσιν, ὥσπερ οὖν
ἔξεστιν ἐν ταῖς πανσελήνοις ὁρᾶν, ἔσονται δὲ ὃ μὲν κατὰ τὸ
ἐαρινὸν ἰσημερινόν, ὁ ἥλιος, τμῆμα, ἣ δὲ ἐξ ἀνάγκης κατὰ
τὸ φθινοπωρινὸν ἰσημερινόν, ἡ σελήνη. οἶδα πλεῖστα
καὶ ἄλλα πρὸς αὐτῶν λεγόμενα, τοῦτο μὲν πιθανά, τοῦτο
δὲ κατὰ τὰς κυριακὰς ἀποδείξεις προϊόντα, δι᾿ ὧν παριστά-
νειν πειρῶνται τὴν τοῦ πάσχα καὶ τῶν ἀζύμων ἑορτὴν δεῖν
πάντως μετ᾿ ἰσημερίαν ἄγεσθαι· παρίημι δὲ τὰς τοιαύτας
τῶν ἀποδείξεων ὕλας ἀπαιτῶν ὧν περιῄρηται μὲν τὸ ἐπὶ
τῷ Μωυσέως νόμῳ κάλυμμα, ἀνακεκαλυμμένῳ δὲ τῷ
προσώπῳ λοιπὸν ἤδη Χριστὸν καὶ τὰ Χριστοῦ ἀεὶ
κατοπτρίζεσθαι μαθήματά τε καὶ παθήματα. τοῦ δὲ τὸν
πρῶτον παρ᾿ Ἑβραίοις μῆνα περὶ ἰσημερίαν εἶναι παραστα-
τικὰ καὶ τὰ ἐν τῷ Ἐνὼχ μαθήματα».
καὶ ἀριθμητικὰς δὲ καταλέλοιπεν ὁ αὐτὸς ἐν ὅλοις
δέκα συγγράμμασιν εἰσαγωγὰς καὶ ἄλλα δείγματα τῆς
περὶ τὰ θεῖα σχολῆς τε αὐτοῦ καὶ πολυπειρίας. τούτῳ
πρῶτος ὁ τῆς Παλαιστίνων Καισαρείας ἐπίσκοπος Θεότεκνος
χεῖρας εἰς ἐπισκοπὴν ἐπιτέθεικεν, διάδοχον ἑαυτοῦ μετὰ
τελευτὴν ποριεῖσθαι τῇ ἰδίᾳ παροικίᾳ προμνώμενος, καὶ
δὴ ἐπὶ σμικρόν τινα χρόνον ἄμφω τῆς αὐτῆς προύστησαν
ἐκκλησίας· ἀλλὰ γὰρ ἐπὶ τὴν Ἀντιόχειαν τῆς κατὰ Παῦλον
συνόδου καλούσης, τὴν Λαοδικέων πόλιν παριὼν πρὸς τῶν
ἀδελφῶν αὐτόθι κοιμηθέντος Εὐσεβίου κεκράτηται.
καὶ τοῦ Ἀνατολίου δὲ τὸν βίον μεταλλάξαντος, τῆς ἐκεῖσε
παροικίας ὕστατος τῶν πρὸ τοῦ διωγμοῦ καθίσταται
Στέφανος, λόγων μὲν φιλοσόφων καὶ τῆς ἄλλης παρ᾿
Ἕλλησι παιδείας παρὰ τοῖς πολλοῖς θαυμασθείς, οὐχ
ὁμοίως γε μὴν περὶ τὴν θείαν πίστιν διατεθειμένος, ὡς
προϊὼν ὁ τοῦ διωγμοῦ καιρὸς ἀπήλεγξεν, εἴρωνα μᾶλλον
δειλόν τε καὶ ἄνανδρον ἤπερ ἀληθῆ φιλόσοφον ἀποδείξας
τὸν ἄνδρα. οὐ μὴν ἐπὶ τούτῳ γε καταστρέφειν ἔμελλε
τὰ τῆς ἐκκλησίας, ἀνορθοῦται δ᾿ αὐτὰ πρὸς αὐτοῦ θεοῦ τοῦ
πάντων σωτῆρος αὐτίκα τῆς αὐτόθι παροικίας ἐπίσκοπος
ἀναδειχθεὶς Θεόδοτος, πράγμασιν αὐτοῖς ἀνὴρ καὶ τὸ κύριον
ὄνομα καὶ τὸν ἐπίσκοπον ἐπαληθεύσας. ἰατρικῆς μὲν γὰρ
σωμάτων ἀπεφέρετο τὰ πρῶτα τῆς ἐπιστήμης, ψυχῶν δὲ θερα-
πευτικῆς οἷος οὐδὲ ἄλλος ἀνθρώπων ἐτύγχανεν φιλανθρωπίας
γνησιότητος συμπαθείας σπουδῆς τῶν τῆς παρ᾿ αὐτοῦ δεομέ-
νων ὠφελείας ἕνεκεν, πολὺ δὲ ἦν αὐτῷ καὶ τὸ περὶ τὰ θεῖα
μαθήματα συνησκημένον. οὗτος μὲν δὴ τοιοῦτος ἦν·
ἐν Καισαρείᾳ δὲ τῆς Παλαιστίνης Θεότεκνον σπουδαιότατα
τὴν ἐπισκοπὴν διελθόντα Ἀγάπιος διαδέχεται· ὃν καὶ
πολλὰ καμεῖν γνησιωτάτην τε πρόνοιαν τῆς τοῦ λαοῦ
προστασίας ἴσμεν πεποιημένον πλουσίᾳ τε χειρὶ πάντων
μάλιστα πενήτων ἐπιμεμελημένον.
κατὰ τοῦτον ἐλλογιμώτατον αὐτῷ τε βίῳ φιλόσοφον
ἀληθῆ πρεσβείου τῆς αὐτόθι παροικίας ἠξιωμένον Πάμφιλον
ἔγνωμεν· ὃν ὁποῖός τις ἦν καὶ ὅθεν ὁρμώμενος, οὐ σμικρᾶς
ἂν γένοιτο δηλοῦν ὑποθέσεως· ἕκαστα δὲ τοῦ κατ᾿ αὐτὸν
βίου καὶ ἧς συνεστήσατο διατριβῆς, τούς τε κατὰ τὸν διω-
γμὸν ἐν διαφόροις ὁμολογίαις ἀγῶνας αὐτοῦ καὶ ὃν ἐπὶ πᾶσιν
ἀνεδήσατο τοῦ μαρτυρίου στέφανον, ἐν ἰδίᾳ τῇ περὶ αὐτοῦ
διειλήφαμεν ὑποθέσει. ἀλλ᾿ οὗτος μὲν τῶν τῇδε
θαυμασιώτατος· ἐν δὲ τοῖς μάλιστα καθ᾿ ἡμᾶς σπανιω-
τάτους γενομένους ἴσμεν τῶν μὲν ἐπ᾿ Ἀλεξανδρείας
πρεσβυτέρων Πιέριον, Μελέτιον δὲ τῶν κατὰ Πόντον
ἐκκλησιῶν ἐπίσκοπον. ἀλλ᾿ ὃ μὲν ἄκρως ἀκτήμονι
βίῳ καὶ μαθήμασιν φιλοσόφοις δεδοκίμαστο, ταῖς περὶ τὰ
θεῖα θεωρίαις καὶ ἐξηγήσεσιν καὶ ταῖς ἐπὶ τοῦ κοινοῦ τῆς
ἐκκλησίας διαλέξεσιν ὑπερφυῶς ἐξησκημένος· ὁ δὲ Μελέτιος
(τὸ μέλι τῆς Ἀττικῆς ἐκάλουν αὐτὸν οἱ ἀπὸ παιδείας)
τοιοῦτος ἦν οἷον ἂν γράψειέν τις τὸν κατὰ πάντα λόγων
ἕνεκα τελεώτατον. ῥητορικῆς μέν γε τὴν ἀρετὴν οὐδ᾿ οἷόν τε
θαυμάζειν, ἐπαξίως ἀλλὰ τοῦτο μὲν εἶναι αὐτῷ φαίη ἄν
τις τὸ κατὰ φύσιν· τῆς δ᾿ ἄλλης πολυπειρίας τε καὶ
πολυμαθείας τίς ἂν τὴν ἀρετὴν ὑπερβάλοιτο, ὅτι δὴ
ἐπὶ πάσαις λογικαῖς ἐπιστήμαις τὸν τεχνικώτατον καὶ
λογιώτατον, καὶ μόνον πεῖραν αὐτοῦ λαβών, εἶπες ἄν;
ἐφάμιλλα δὲ αὐτῷ καὶ τὰ τῆς ἀρετῆς παρῆν τοῦ βίου. τοῦτον
κατὰ τὸν τοῦ διωγμοῦ καιρὸν τοῖς κατὰ Παλαιστίνην
κλίμασιν διαδιδράσκοντα ἐφ᾿ ὅλοις ἔτεσιν ἑπτὰ κατενοή-
σαμεν. τῆς δ᾿ ἐν Ἱεροσολύμοις ἐκκλησίας μετὰ τὸν
μικρῷ πρόσθεν δεδηλωμένον ἐπίσκοπον Ὑμέναιον Ζαβδᾶς
τὴν λειτουργίαν παραλαμβάνει· μετ᾿ οὐ πολὺ δὲ τούτου
κεκοιμημένου, Ἕρμων ὕστατος τῶν μέχρι τοῦ καθ᾿ ἡμᾶς
διωγμοῦ τὸν εἰς ἔτι νῦν ἐκεῖσε πεφυλαγμένον ἀποστολικὸν
διαδέχεται θρόνον. καὶ ἐπ᾿ Ἀλεξανδρείας δὲ Μάξιμον
ὀκτωκαίδεκα ἔτεσιν μετὰ τὴν Διονυσίου τελευτὴν ἐπισκο-
πεύσαντα Θεωνᾶς διαδέχεται· καθ᾿ ὃν ἐπὶ τῆς Ἀλεξαν-
δρείας ἐπὶ ταὐτὸν τῷ Πιερίῳ πρεσβυτερίου ἠξιωμένος
Ἀχιλλᾶς ἐγνωρίζετο, τῆς ἱερᾶς πίστεως τὸ διδασκαλεῖον
ἐγκεχειρισμένος, οὐδενὸς ἧττον σπανιώτατον φιλοσοφίας
ἔργον καὶ πολιτείας εὐαγγελικῆς τρόπον γνήσιον ἐπιδεδειγμέ-
νος. μετὰ δὲ Θεωνᾶν ἐννεακαίδεκα ἔτεσιν ἐξυπηρετη-
σάμενον διαδέχεται τὴν ἐπισκοπὴν τῶν ἐπ᾿ Ἀλεξανδρείας
Πέτρος, ἐν τοῖς μάλιστα καὶ αὐτὸς διαπρέψας ἐφ᾿ ὅλοις
δυοκαίδεκα ἐνιαυτοῖς, ὧν πρὸ τοῦ διωγμοῦ τρισὶν οὐδ᾿
ὅλοις ἔτεσιν ἡγησάμενος τῆς ἐκκλησίας, τὸν λοιπὸν τοῦ βίου
χρόνον εὐτονωτέρᾳ τῇ συνασκήσει ἑαυτόν τε ἦγεν καὶ τῆς
κοινῆς τῶν ἐκκλησιῶν ὠφελείας οὐκ ἀφανῶς ἐπεμέλετο.
ταύτῃ δ᾿ οὖν ἐνάτῳ ἔτει τοῦ διωγμοῦ τὴν κεφαλὴν
ἀποτμηθεὶς τῷ τοῦ μαρτυρίου κατεκοσμήθη στεφάνῳ.
Ἐν τούτοις τὴν τῶν διαδοχῶν περιγράψαντες
ὑπόθεσιν, ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως ἐπὶ τὴν τῶν
προσευκτηρίων καθαίρεσιν εἰς ἔτη συντείνουσαν πέντε καὶ
τριακόσια, φέρε, ἑξῆς τοὺς καθ᾿ ἡμᾶς τῶν ὑπὲρ εὐσεβείας
ἀνδρισαμένων ἀγῶνας, ὅσοι τε καὶ ὁπηλίκοι γεγόνασιν, καὶ
τοῖς μεθ᾿ ἡμᾶς εἰδέναι διὰ γραφῆς καταλείψωμεν.




ΒΙΒΛΙΟΝ Η´

Τάδε καὶ ἡ ὀγδόη περιέχει βίβλος
τῆς ἐκκλησιαστικῆς ἱστορίας
Α Περὶ τῶν πρὸ τοῦ καθ᾿ ἡμᾶς διωγμοῦ.
Β Περὶ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως.
Γ Περὶ τοῦ τρόπου τῶν κατὰ τὸν διωγμὸν ἠγωνισμένων.
Δ Περὶ τῶν ἀοιδίμων τοῦ θεοῦ μαρτύρων, ὡς πάντα τόπον
ἔπλησαν τῆς ἑαυτῶν μνήμης, ποικίλους τοὺς ὑπὲρ
εὐσεβείας ἀναδησάμενοι στεφάνους.
Ε Περὶ τῶν κατὰ Νικομήδειαν.
Ϛ Περὶ τῶν κατὰ τοὺς βασιλικοὺς οἴκους.
Ζ Περὶ τῶν κατὰ Φοινίκην Αἰγυπτίων.
Η Περὶ τῶν κατὰ τὴν Αἴγυπτον.
Θ Περὶ τῶν κατὰ Θηβαΐδα.
Ι Φιλέου μάρτυρος περὶ τῶν κατ᾿ Ἀλεξάνδρειαν πεπραγ-
μένων ἔγγραφοι διδασκαλίαι.
ΙΑ Περὶ τῶν κατὰ Φρυγίαν.
ΙΒ Περὶ πλείστων ἑτέρων ἀνδρῶν τε καὶ γυναικῶν δια-
φόρως ἠγωνισμένων.
ΙΓ Περὶ τῶν τῆς ἐκκλησίας προέδρων τῶν τὸ γνήσιον ἧς
ἐπρέσβευον εὐσεβείας διὰ τοῦ σφῶν αἵματος ἐπιδε-
δειγμένων.
ΙΔ Περὶ τοῦ τρόπου τῶν τῆς εὐσεβείας ἐχθρῶν.
ΙΕ Περὶ τῶν τοῖς ἐκτὸς συμβεβηκότων.
ΙϚ Περὶ τῆς ἐπὶ τὸ κρεῖττον τῶν πραγμάτων μεταβολῆς.
ΙΖ Περὶ τῆς τῶν κρατούντων παλινῳδίας.
Τὴν τῶν ἀποστόλων διαδοχὴν ἐν ὅλοις ἑπτὰ περιγράψαντες
βιβλίοις, ἐν ὀγδόῳ τούτῳ συγγράμματι τὰ καθ᾿ ἡμᾶς αὐτούς,
οὐ τῆς τυχούσης ἄξια ὄντα γραφῆς, ἕν τι τῶν ἀναγκαιοτάτων
ἡγούμεθα δεῖν εἰς γνῶσιν καὶ τῶν μεθ᾿ ἡμᾶς παραδοῦναι,
καὶ ἄρξεταί γε ὁ λόγος ἡμῖν ἐντεῦθεν.
Ὅσης μὲν καὶ ὁποίας πρὸ τοῦ καθ᾿ ἡμᾶς διωγμοῦ
δόξης ὁμοῦ καὶ παρρησίας ὁ διὰ Χριστοῦ τῷ βίῳ κατηγγελ-
μένος τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας λόγος παρὰ
πᾶσιν ἀνθρώποις, Ἕλλησί τε καὶ βαρβάροις, ἠξίωτο, μεῖζον
ἢ καθ᾿ ἡμᾶς ἐπαξίως διηγήσασθαι· τεκμήρια δ᾿ ἂν
γένοιτο τῶν κρατούντων αἱ περὶ τοὺς ἡμετέρους δεξιώσεις,
οἷς καὶ τὰς τῶν ἐθνῶν ἐνεχείριζον ἡγεμονίας, τῆς περὶ τὸ
θύειν ἀγωνίας κατὰ πολλὴν ἣν ἀπέσῳζον περὶ τὸ δόγμα
φιλίαν αὐτοὺς ἀπαλλάττοντες. τί δεῖ περὶ τῶν κατὰ
τοὺς βασιλικοὺς λέγειν οἴκους καὶ τῶν ἐπὶ πᾶσιν ἀρχόντων;
οἳ τοῖς οἰκείοις εἰς πρόσωπον ἐπὶ τῷ θείῳ παρρησιαζομένοις
λόγῳ τε καὶ βίῳ συνεχώρουν, γαμεταῖς καὶ παισὶ καὶ
οἰκέταις, μόνον οὐχὶ καὶ ἐγκαυχᾶσθαι ἐπὶ τῇ παρρησίᾳ τῆς
πίστεως ἐπιτρέποντες· οὓς ἐξόχως καὶ μᾶλλον τῶν συνθε-
ραπόντων ἀποδεκτοὺς ἡγοῦντο, οἷος ἐκεῖνος ἦν Δωρόθεος,
πάντων αὐτοῖς εὐνούστατός τε καὶ πιστότατος καὶ τούτων
ἕνεκα διαφερόντως παρὰ τοὺς ἐν ἀρχαῖς καὶ ἡγεμονίαις
ἐντιμότατος, ὅ τε σὺν αὐτῷ περιβόητος Γοργόνιος καὶ ὅσοι
τῆς αὐτῆς ὁμοίως τούτοις ἠξίωντο διὰ τὸν τοῦ θεοῦ λόγον
τιμῆς· οἵας τε καὶ τοὺς καθ᾿ ἑκάστην ἐκκλησίαν ἄρχοντας
παρὰ πᾶσιν ἐπιτρόποις καὶ ἡγεμόσιν ἀποδοχῆς ἦν ὁρᾶν
ἀξιουμένους. πῶς δ᾿ ἄν τις διαγράψειεν τὰς μυριάνδρους
ἐκείνας ἐπισυναγωγὰς καὶ τὰ πλήθη τῶν κατὰ πᾶσαν πόλιν
ἀθροισμάτων τάς τε ἐπισήμους ἐν τοῖς προσευκτηρίοις
συνδρομάς; ὧν δὴ ἕνεκα μηδαμῶς ἔτι τοῖς πάλαι οἰκοδομή-
μασιν ἀρκούμενοι, εὐρείας εἰς πλάτος ἀνὰ πάσας τὰς πόλεις
ἐκ θεμελίων ἀνίστων ἐκκλησίας. ταῦτα δὲ τοῖς χρόνοις
προϊόντα ὁσημέραι τε εἰς αὔξην καὶ μέγεθος ἐπιδιδόντα
οὐδεὶς ἀνεῖργεν φθόνος οὐδέ τις δαίμων πονηρὸς οἷός τε ἦν
βασκαίνειν οὐδ᾿ ἀνθρώπων ἐπιβουλαῖς κωλύειν, ἐς ὅσον ἡ
θεία καὶ οὐράνιος χεὶρ ἔσκεπέν τε καὶ ἐφρούρει, οἷα δὴ ἄξιον
ὄντα, τὸν ἑαυτῆς λαόν.
Ὡς δ᾿ ἐκ τῆς ἐπὶ πλέον ἐλευθερίας ἐπὶ χαυνότητα καὶ
νωθρίαν τὰ καθ᾿ ἡμᾶς μετηλλάττετο, ἄλλων ἄλλοις διαφθο-
νουμένων καὶ διαλοιδορουμένων καὶ μόνον οὐχὶ ἡμῶν αὐτῶν
ἑαυτοῖς προσπολεμούντων ὅπλοις, εἰ οὕτω τύχοι, καὶ
δόρασιν τοῖς διὰ λόγων ἀρχόντων τε ἄρχουσι προσρηγνύντων
καὶ λαῶν ἐπὶ λαοὺς καταστασιαζόντων τῆς τε ὑποκρίσεως
ἀφάτου καὶ τῆς εἰρωνείας ἐπὶ πλεῖστον ὅσον κακίας
προϊούσης, ἡ μὲν δὴ θεία κρίσις, οἷα φίλον αὐτῇ, πεφεισμένως,
τῶν ἀθροισμάτων ἔτι συγκροτουμένων, ἠρέμα καὶ μετρίως
τὴν αὐτῆς ἐπισκοπὴν ἀνεκίνει, ἐκ τῶν ἐν στρατείαις ἀδελφῶν
καταρχομένου τοῦ διωγμοῦ· ὡς δ᾿ ἀνεπαισθήτως
ἔχοντες οὐχ ὅπως εὐμενὲς καὶ ἵλεω καταστήσεσθαι τὸ
θεῖον προυθυμούμεθα, οἷα δέ τινες ἄθεοι ἀφρόντιστα καὶ
ἀνεπίσκοπα τὰ καθ᾿ ἡμᾶς ἡγούμενοι ἄλλας ἐπ᾿ ἄλλαις
προσετίθεμεν κακίας οἵ τε δοκοῦντες ἡμῶν ποιμένες τὸν τῆς
θεοσεβείας θεσμὸν παρωσάμενοι ταῖς πρὸς ἀλλήλους ἀνεφλέ-
γοντο φιλονεικίαις, αὐτὰ δὴ ταῦτα μόνα, τὰς ἔριδας καὶ τὰς
ἀπειλὰς τόν τε ζῆλον καὶ τὸ πρὸς ἀλλήλους ἔχθος τε καὶ
μῖσος ἐπαύξοντες οἷά τε τυραννίδας τὰς φιλαρχίας ἐκθύμως
διεκδικοῦντες, τότε δή, τότε κατὰ τὴν φάσκουσαν τοῦ
Ἱερεμίου φωνὴν ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν
θυγατέρα Σιὼν καὶ κατέρριψεν ἐξ οὐρανοῦ δόξασμα
Ἰσραὴλ οὐκ ἐμνήσθη τε ὑποποδίου ποδῶν αὐτοῦ ἐν
ἡμέρᾳ ὀργῆς αὐτοῦ· ἀλλὰ καὶ κατεπόντισεν κύριος
πάντα τὰ ὡραῖα Ἰσραὴλ καὶ καθεῖλεν πάντας τοὺς
φραγμοὺς αὐτοῦ, κατά τε τὰ ἐν Ψαλμοῖς προθεσ-
πισθέντα κατέστρεψεν τὴν διαθήκην τοῦ δούλου
αὐτοῦ καὶ ἐβεβήλωσεν εἰς γῆν διὰ τῆς τῶν ἐκκλησιῶν
καθαιρέσεως τὸ ἁγίασμα αὐτοῦ καὶ καθεῖλεν πάντας
τοὺς φραγμοὺς αὐτοῦ, ἔθετο τὰ ὀχυρώματα αὐτοῦ
δειλίαν· διήρπασάν τε τὰ πλήθη τοῦ λαοῦ πάντες
οἱ διοδεύοντες ὁδόν, καὶ δὴ ἐπὶ τούτοις ὄνειδος
ἐγενήθη τοῖς γείτοσιν αὐτοῦ. ὕψωσεν γὰρ τὴν
δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ καὶ ἀπέστρεψεν τὴν βοή-
θειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβετο
αὐτοῦ ἐν τῷ πολέμῳ· ἀλλὰ καὶ κατέλυσεν ἀπὸ
καθαρισμοῦ αὐτὸν καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν
γῆν κατέρραξεν ἐσμίκρυνέν τε τὰς ἡμέρας τοῦ
χρόνου αὐτοῦ, καὶ ἐπὶ πᾶσιν κατέχεεν αὐτοῦ
αἰσχύνην.
Συντετέλεσται δῆτα καθ᾿ ἡμᾶς ἅπαντα, ὁπηνίκα τῶν
μὲν προσευκτηρίων τοὺς οἴκους ἐξ ὕψους εἰς ἔδαφος αὐτοῖς
θεμελίοις καταρριπτουμένους, τὰς δ᾿ ἐνθέους καὶ ἱερὰς
γραφὰς κατὰ μέσας ἀγορὰς πυρὶ παραδιδομένας αὐτοῖς
ἐπείδομεν ὀφθαλμοῖς τούς τε τῶν ἐκκλησιῶν ποιμένας
αἰσχρῶς ὧδε κἀκεῖσε κρυπταζομένους, τοὺς δὲ ἀσχημόνως
ἁλισκομένους καὶ πρὸς τῶν ἐχθρῶν καταπαιζομένους, ὅτε
καὶ κατ᾿ ἄλλον προφητικὸν λόγον ἐξεχύθη ἐξουδένωσις
ἐπ᾿ ἄρχοντας, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ
οὐχ ὁδῷ. ἀλλὰ τούτων μὲν οὐχ ἡμέτερον διαγράφειν
τὰς ἐπὶ τέλει σκυθρωπὰς συμφοράς, ἐπεὶ καὶ τὰς πρόσθεν
τοῦ διωγμοῦ διαστάσεις τε αὐτῶν εἰς ἀλλήλους καὶ ἀτοπίας
οὐχ ἡμῖν οἰκεῖον μνήμῃ παραδιδόναι· δι᾿ ὃ καὶ πλέον οὐδὲν
ἱστορῆσαι περὶ αὐτῶν διέγνωμεν ἢ δι᾿ ὧν ἂν τὴν θείαν
δικαιώσαιμεν κρίσιν. οὐκοῦν οὐδὲ τῶν πρὸς τοῦ διωγμοῦ
πεπειραμένων ἢ τῶν εἰς ἅπαν τῆς σωτηρίας νεναυαγηκότων
αὐτῇ τε γνώμῃ τοῖς τοῦ κλύδωνος ἐναπορριφέντων βυθοῖς
μνήμην ποιήσασθαι προήχθημεν, μόνα δ᾿ ἐκεῖνα τῇ καθόλου
προσθήσομεν ἱστορίᾳ, ἃ πρώτοις μὲν ἡμῖν αὐτοῖς, ἔπειτα δὲ
καὶ τοῖς μεθ᾿ ἡμᾶς γένοιτ᾿ ἂν πρὸς ὠφελείας.
Ἴωμεν οὖν ἐντεῦθεν ἤδη τοὺς ἱεροὺς ἀγῶνας τῶν τοῦ
θείου λόγου μαρτύρων ἐν ἐπιτομῇ διαγράψοντες. ἔτος
τοῦτο ἦν ἐννεακαιδέκατον τῆς Διοκλητιανοῦ βασιλείας,
Δύστρος μήν, λέγοιτο δ᾿ ἂν οὗτος Μάρτιος κατὰ Ῥωμαίους,
ἐν ᾧ τῆς τοῦ σωτηρίου πάθους ἑορτῆς ἐπελαυνούσης ἥπλωτο
πανταχόσε βασιλικὰ γράμματα, τὰς μὲν ἐκκλησίας εἰς
ἔδαφος φέρειν, τὰς δὲ γραφὰς ἀφανεῖς πυρὶ γενέσθαι προσ-
τάττοντα, καὶ τοὺς μὲν τιμῆς ἐπειλημμένους ἀτίμους, τοὺς
δ᾿ ἐν οἰκετίαις, εἰ ἐπιμένοιεν τῇ τοῦ Χριστιανισμοῦ προθέσει,
ἐλευθερίας στερεῖσθαι προαγορεύοντα. καὶ ἡ μὲν πρώτη
καθ᾿ ἡμῶν γραφὴ τοιαύτη τις ἦν· μετ᾿ οὐ πολὺ δὲ ἑτέρων
ἐπιφοιτησάντων γραμμάτων, προσετάττετο τοὺς τῶν ἐκκλη-
σιῶν προέδρους πάντας τοὺς κατὰ πάντα τόπον πρῶτα μὲν
δεσμοῖς παραδίδοσθαι, εἶθ᾿ ὕστερον πάσῃ μηχανῇ θύειν
ἐξαναγκάζεσθαι.
Τότε δὴ οὖν, τότε πλεῖστοι μὲν ὅσοι τῶν ἐκκλησιῶν
ἄρχοντες, δειναῖς αἰκίαις προθύμως ἐναθλήσαντες, μεγάλων
ἀγώνων ἱστορίας ἐπεδείξαντο, μυρίοι δ᾿ ἄλλοι τὴν ψυχὴν
ὑπὸ δειλίας προναρκήσαντες προχείρως οὕτως ἀπὸ πρώτης
ἐξησθένησαν προσβολῆς, τῶν δὲ λοιπῶν ἕκαστος εἴδη
διάφορα βασάνων ἐνήλλαττεν, ὃ μὲν μάστιξιν αἰκιζόμενος
τὸ σῶμα, ὃ δὲ στρεβλώσεσιν καὶ ξεσμοῖς ἀνυπομονήτοις
τιμωρούμενος, ἐφ᾿ οἷς ἤδη τινὲς οὐκ αἴσιον ἀπηνέγκαντο
τοῦ βίου τέλος. ἄλλοι δ᾿ αὖ πάλιν ἄλλως τὸν ἀγῶνα
διεξῄεσαν· ὃ μὲν γάρ τις ἑτέρων βίᾳ συνωθούντων καὶ ταῖς
παμμιάροις καὶ ἀνάγνοις προσαγόντων θυσίαις ὡς τεθυκὼς
ἀπηλλάττετο, καὶ εἰ μὴ τεθυκὼς ἦν, ὃ δὲ μηδ᾿ ὅλως προσπε-
λάσας μηδέ τινος ἐναγοῦς ἐφαψάμενος, εἰρηκότων δ᾿ ἑτέρων
ὅτι τεθύκοι, σιωπῇ φέρων τὴν συκοφαντίαν ἀπῄει· ἄλλος
ἡμιθνὴς αἰρόμενος ὡς ἂν ἤδη νεκρὸς ἐρρίπτετο, καί τις
αὖ πάλιν ἐπ᾿ ἐδάφους κείμενος μακρὰν ἐσύρετο τοῖν
ποδοῖν, ἐν τεθυκόσιν αὐτοῖς λελογισμένος. ὁ δέ τις ἐβόα
καὶ μεγάλῃ διεμαρτύρετο φωνῇ τῆς θυσίας τὴν ἄρνησιν, καὶ
ἄλλος Χριστιανὸς εἶναι ἐκεκράγει, τῇ τοῦ σωτηρίου προσρή-
ματος ὁμολογίᾳ λαμπρυνόμενος· ἕτερος τὸ μὴ τεθυκέναι
μηδὲ θύσειν ποτὲ διετείνετο. ὅμως δ᾿ οὖν καὶ οἵδε
πολυχειρίᾳ τῆς ἐπὶ τοῦτο τεταγμένης στρατιωτικῆς παρα-
τάξεως κατὰ στόματος παιόμενοι καὶ κατασιγαζόμενοι κατά
τε προσώπου καὶ παρειῶν τυπτόμενοι μετὰ βίας ἐξωθοῦντο
οὕτως ἐξ ἅπαντος οἱ τῆς θεοσεβείας ἐχθροὶ τὸ δοκεῖν ἠνυκέναι
περὶ πολλοῦ ἐτίθεντο.
Ἀλλ᾿ οὐ καὶ κατὰ τῶν ἁγίων αὐτοῖς μαρτύρων ταῦτα
προυχώρει. ὧν εἰς ἀκριβῆ διήγησιν τίς ἂν ἡμῖν ἐξαρκέσειεν
λόγος;
Μυρίους μὲν γὰρ ἱστορήσαι ἄν τις θαυμαστὴν ὑπὲρ
εὐσεβείας τοῦ θεοῦ τῶν ὅλων ἐνδεδειγμένους προθυμίαν, οὐκ
ἐξ ὅτουπερ μόνον ὁ κατὰ πάντων ἀνεκινήθη διωγμός, πολὺ
πρότερον δὲ καθ᾿ ὃν ἔτι τὰ τῆς εἰρήνης συνεκροτεῖτο.
ἄρτι γὰρ ἄρτι πρῶτον ὥσπερ ἀπὸ κάρου βαθέος ὑποκι-
νουμένου τοῦ τὴν ἐξουσίαν εἰληφότος κρύβδην τε ἔτι καὶ
ἀφανῶς μετὰ τὸν ἀπὸ Δεκίου καὶ Οὐαλεριανοῦ μεταξὺ
χρόνον ταῖς ἐκκλησίαις ἐπιχειροῦντος οὐκ ἀθρόως τε τῷ
καθ᾿ ἡμῶν ἐπαποδυομένου πολέμῳ, ἀλλ᾿ ἔτι τῶν κατὰ τὰ
στρατόπεδα μόνων ἀποπειρωμένου (ταύτῃ γὰρ καὶ τοὺς
λοιποὺς ἁλῶναι ῥᾳδίως ᾤετο, εἰ πρότερον ἐκείνων καταγω-
νισάμενος περιγένοιτο), πλείστους παρῆν τῶν ἐν στρατείαις
ὁρᾶν ἀσμενέστατα τὸν ἰδιωτικὸν προασπαζομένους βίον, ὡς
ἂν μὴ ἔξαρνοι γένοιντο τῆς περὶ τὸν τῶν ὅλων δημιουργὸν
εὐσεβείας. ὡς γὰρ ὁ στρατοπεδάρχης, ὅστις ποτὲ ἦν
ἐκεῖνος, ἄρτι πρῶτον ἐνεχείρει τῷ κατὰ τῶν στρατευμάτων
διωγμῷ, φυλοκρινῶν καὶ διακαθαίρων τοὺς ἐν τοῖς στρατο-
πέδοις ἀναφερομένους αἵρεσίν τε διδοὺς ἢ πειθαρχοῦσιν ἧς
μετῆν αὐτοῖς ἀπολαύειν τιμῆς ἢ τοὐναντίον στέρεσθαι
ταύτης, εἰ ἀντιτάττοιντο τῷ προστάγματι, πλεῖστοι ὅσοι
τῆς Χριστοῦ βασιλείας στρατιῶται τὴν εἰς αὐτὸν ὁμολογίαν,
μὴ μελλήσαντες, τῆς δοκούσης δόξης καὶ εὐπραγίας ἧς
εἴχοντο, ἀναμφιλόγως προυτίμησαν. ἤδη δὲ σπανίως
τούτων εἷς που καὶ δεύτερος οὐ μόνον τῆς ἀξίας τὴν ἀποβολήν,
ἀλλὰ καὶ θάνατον τῆς εὐσεβοῦς ἐνστάσεως ἀντικατηλλάτ-
τοντο, μετρίως πως ἤδη τότε τοῦ τὴν ἐπιβουλὴν ἐνεργοῦντος
καὶ μέχρις αἵματος ἐπ᾿ ἐνίων φθάνειν ἐπιτολμῶντος, τοῦ
πλήθους, ὡς ἔοικεν, τῶν πιστῶν δεδιττομένου τε αὐτὸν ἔτι
καὶ ἀποκναίοντος ἐπὶ τὸν κατὰ πάντων ἀθρόως ἐφορμῆσαι
πόλεμον.
Ὡς δὲ καὶ γυμνότερον ἐπαπεδύετο, οὐδ᾿ ἔστιν λόγῳ
δυνατὸν ἀφηγήσασθαι ὅσους καὶ ὁποίους τοῦ θεοῦ μάρτυρας
ὀφθαλμοῖς παρῆν ὁρᾶν τοῖς ἀνὰ πάσας τάς τε πόλεις καὶ
τὰς χώρας οἰκοῦσιν.
Αὐτίκα γοῦν τῶν οὐκ ἀσήμων τις, ἀλλὰ καὶ ἄγαν κατὰ
τὰς ἐν τῷ βίῳ νενομισμένας ὑπεροχὰς ἐνδοξοτάτων, ἅμα τῷ
τὴν κατὰ τῶν ἐκκλησιῶν ἐν τῇ Νικομηδείᾳ προτεθῆναι
γραφήν, ζήλῳ τῷ κατὰ θεὸν ὑποκινηθεὶς διαπύρῳ τε ἐφορμή-
σας τῇ πίστει, ἐν προφανεῖ καὶ δημοσίῳ κειμένην ὡς ἀνοσίαν
καὶ ἀσεβεστάτην ἀνελὼν σπαράττει, δυεῖν ἐπιπαρόντων
κατὰ τὴν αὐτὴν πόλιν βασιλέων, τοῦ τε πρεσβυτάτου τῶν
ἄλλων καὶ τοῦ τὸν τέταρτον ἀπὸ τούτου τῆς ἀρχῆς
ἐπικρατοῦντος βαθμόν. ἀλλ᾿ οὗτος μὲν τῶν τηνικάδε πρῶτος
τοῦτον διαπρέψας τὸν τρόπον ἅμα τε τοιαῦτα οἷα καὶ εἰκὸς
ἦν, ὑπομείνας ὡς ἂν ἐπὶ τοιούτῳ τολμήματι, τὸ ἄλυπον καὶ
ἀτάραχον εἰς αὐτὴν τελευταίαν διετήρησεν ἀναπνοήν.
Πάντων δὲ ὅσοι τῶν πώποτε ἀνυμνοῦνται θαυμάσιοι
καὶ ἐπ᾿ ἀνδρείᾳ βεβοημένοι εἴτε παρ᾿ Ἕλλησιν εἴτε παρὰ
βαρβάροις, θείους ἤνεγκεν ὁ καιρὸς καὶ διαπρεπεῖς μάρτυρας
τοὺς ἀμφὶ τὸν Δωρόθεον βασιλικοὺς παῖδας, οἳ καὶ τῆς
ἀνωτάτω παρὰ τοῖς δεσπόταις ἠξιωμένοι τιμῆς γνησίων
τε αὐτοῖς διαθέσει τέκνων οὐ λειπόμενοι, μείζονα πλοῦτον
ὡς ἀληθῶς ἥγηνται τῆς τοῦ βίου δόξης καὶ τρυφῆς τοὺς
ὑπὲρ εὐσεβείας ὀνειδισμούς τε καὶ πόνους καὶ τοὺς
κεκαινουργημένους ἐπ᾿ αὐτοῖς πολυτρόπους θανάτους·
ὧν ἑνός τινος οἵῳ κέχρηται μνησθέντες τῷ τοῦ βίου τέλει,
σκοπεῖν ἐξ αὐτοῦ καὶ τὰ τοῖς ἄλλοις συμβεβηκότα τοῖς
ἐντυγχάνουσιν καταλείψομεν. ἤγετό τις εἰς μέσον κατὰ
τὴν προειρημένην πόλιν ἐφ᾿ ὧν δεδηλώκαμεν ἀρχόντων.
θύειν δὴ οὖν προσταχθείς, ὡς ἐνίστατο, γυμνὸς μετάρσιος
ἀρθῆναι κελεύεται μάστιξίν τε τὸ πᾶν σῶμα καταξαίνεσθαι,
εἰς ὅτε ἡττηθεὶς κἂν ἄκων τὸ προσταττόμενον ποιήσειεν.
ὡς δὲ καὶ ταῦτα πάσχων ἀδιάτρεπτος ἦν, ὄξος λοιπὸν
ἤδη τῶν ὀστέων ὑποφαινομένων αὐτοῦ σὺν καὶ ἅλατι
φύραντες κατὰ τῶν διασαπέντων τοῦ σώματος μερῶν
ἐνέχεον· ὡς δὲ καὶ ταύτας ἐπάτει τὰς ἀλγηδόνας, ἐσχάρα
τοὐντεῦθεν καὶ πῦρ εἰς μέσον εἵλκετο, καὶ κρεῶν ἐδωδίμων
δίκην τὰ λείψανα αὐτῷ τοῦ σώματος ὑπὸ τοῦ πυρὸς οὐκ
εἰς ἄθρουν, ὡς ἂν μὴ συντόμως ἀπαλλαγείη, κατὰ βραχὺ
δὲ ἀνηλίσκετο, οὐ πρότερον ἀνεῖναι τῶν ἐπιτιθέντων αὐτὸν
τῇ πυρᾷ συγχωρουμένων, πρὶν ἂν καὶ μετὰ τοσαῦτα τοῖς
προσταττομένοις ἐπινεύσειεν. ὃ δ᾿ ἀπρὶξ ἐχόμενος τῆς
προθέσεως νικηφόρος ἐν αὐταῖς βασάνοις παρέδωκε τὴν
ψυχήν. τοιοῦτον τῶν βασιλικῶν ἑνὸς τὸ μαρτύριον παίδων,
ἄξιον ὡς ὄντως καὶ τῆς προσηγορίας· Πέτρος γὰρ ἐκαλεῖτο.
οὐ χείρονα δὲ καὶ τὰ κατὰ τοὺς λοιποὺς ὄντα λόγου φειδό-
μενοι συμμετρίας παραλείψομεν, τοσοῦτον ἱστορήσαντες ὡς ὅ
τε Δωρόθεος καὶ ὁ Γοργόνιος ἑτέροις ἅμα πλείοσιν τῆς
βασιλικῆς οἰκετίας μετὰ τοὺς πολυτρόπους ἀγῶνας βρόχῳ
τὴν ζωὴν μεταλλάξαντες, τῆς ἐνθέου νίκης ἀπηνέγκαντο
βραβεῖα.
Ἐν τούτῳ τῆς κατὰ Νικομήδειαν ἐκκλησίας ὁ τηνικαῦτα
προεστὼς Ἄνθιμος διὰ τὴν εἰς Χριστὸν μαρτυρίαν τὴν
κεφαλὴν ἀποτέμνεται· τούτῳ δὲ πλῆθος ἄθρουν μαρτύρων
προστίθεται, οὐκ οἶδ᾿ ὅπως ἐν τοῖς κατὰ τὴν Νικομήδειαν
βασιλείοις πυρκαϊᾶς ἐν αὐταῖς δὴ ταῖς ἡμέραις ἁφθείσης,
ἣν καθ᾿ ὑπόνοιαν ψευδῆ πρὸς τῶν ἡμετέρων ἐπιχειρηθῆναι
λόγου διαδοθέντος, παγγενεῖ σωρηδὸν βασιλικῷ νεύματι
τῶν τῇδε θεοσεβῶν οἳ μὲν ξίφει κατεσφάττοντο, οἳ δὲ διὰ
πυρὸς ἐτελειοῦντο, ὅτε λόγος ἔχει προθυμίᾳ θείᾳ τινὶ καὶ
ἀρρήτῳ ἄνδρας ἅμα γυναιξὶν ἐπὶ τὴν πυρὰν καθαλέσθαι·
δήσαντες δὲ οἱ δήμιοι ἄλλο τι πλῆθος ἐπὶ σκάφαις τοῖς
θαλαττίοις ἐναπέρριπτον βυθοῖς. τοὺς δέ γε βασιλικοὺς
μετὰ θάνατον παῖδας, γῇ μετὰ τῆς προσηκούσης κηδείας
παραδοθέντας, αὖθις ἐξ ὑπαρχῆς ἀνορύξαντες ἐναπορρῖψαι
θαλάττῃ καὶ αὐτοὺς ᾤοντο δεῖν οἱ νενομισμένοι δεσπόται,
ὡς ἂν μὴ ἐν μνήμασιν ἀποκειμένους προσκυνοῖέν τινες,
θεοὺς δὴ αὐτούς, ὥς γε ᾤοντο, λογιζόμενοι. καὶ τὰ μὲν
ἐπὶ τῆς Νικομηδείας κατὰ τὴν ἀρχὴν ἀποτελεσθέντα τοῦ
διωγμοῦ τοιαῦτα· οὐκ εἰς μακρὸν δ᾿ ἑτέρων κατὰ τὴν
Μελιτηνὴν οὕτω καλουμένην χώραν καὶ αὖ πάλιν ἄλλων
ἀμφὶ τὴν Συρίαν ἐπιφυῆναι τῇ βασιλείᾳ πεπειραμένων, τοὺς
πανταχόσε τῶν ἐκκλησιῶν προεστῶτας εἱρκταῖς καὶ δεσμοῖς
ἐνεῖραι πρόσταγμα ἐφοίτα βασιλικόν. καὶ ἦν ἡ θέα τῶν
ἐπὶ τούτοις γινομένων πᾶσαν διήγησιν ὑπεραίρουσα, μυρίου
πλήθους ἐν παντὶ τόπῳ καθειργνυμένου καὶ τὰ πανταχῇ
δεσμωτήρια, ἀνδροφόνοις καὶ τυμβωρύχοις πάλαι πρότερον
ἐπεσκευασμένα, τότ᾿ ἐπληροῦντο ἐπισκόπων καὶ πρεσβυτέρων
καὶ διακόνων ἀναγνωστῶν τε καὶ ἐπορκιστῶν, ὡς μηδὲ χώραν
ἔτι τοῖς ἐπὶ κακουργίαις κατακρίτοις αὐτόθι λείπεσθαι.
αὖθις δ᾿ ἑτέρων τὰ πρῶτα γράμματα ἐπικατειληφότων, ἐν
οἷς τοὺς κατακλείστους θύσαντας μὲν ἐᾶν βαδίζειν ἐπ᾿ ἐλευθε-
ρίας, ἐνισταμένους δὲ μυρίαις καταξαίνειν προστέτακτο
βασάνοις, πῶς ἂν πάλιν ἐνταῦθα τῶν καθ᾿ ἑκάστην ἐπαρ-
χίαν μαρτύρων ἀριθμήσειέν τις τὸ πλῆθος καὶ μάλιστα
τῶν κατὰ τὴν Ἀφρικὴν καὶ τὸ Μαύρων ἔθνος Θηβαΐδα
τε καὶ κατ᾿ Αἴγυπτον; ἐξ ἧς καὶ εἰς ἑτέρας ἤδη προ-
ελθόντες πόλεις τε καὶ ἐπαρχίας διέπρεψαν τοῖς μαρτυρίοις.
Ἴσμεν γοῦν τοὺς ἐξ αὐτῶν διαλάμψαντας ἐν Παλαι-
στίνῃ, ἴσμεν δὲ καὶ τοὺς ἐν Τύρῳ τῆς Φοινίκης· οὓς τίς
ἰδὼν οὐ κατεπλάγη τὰς ἀναρίθμους μάστιγας καὶ τὰς ἐν
τούτοις τῶν ὡς ἀληθῶς παραδόξων τῆς θεοσεβείας ἀθλητῶν
ἐνστάσεις τόν τε παραχρῆμα μετὰ τὰς μάστιγας ἐν θηρσὶν
ἀνθρωποβόροις ἀγῶνα καὶ τὰς ἐν τούτῳ παρδάλεων καὶ
διαφόρων ἄρκτων συῶν τε ἀγρίων καὶ πυρὶ καὶ σιδήρῳ
κεκαυτηριασμένων βοῶν προσβολὰς καὶ τὰς πρὸς ἕκαστον
τῶν θηρίων θαυμασίους τῶν γενναίων ὑπομονάς; οἷς
γιγνομένοις καὶ αὐτοὶ παρῆμεν, ὁπηνίκα τοῦ μαρτυρουμένου
σωτῆρος ἡμῶν, αὐτοῦ δὴ Ἰησοῦ Χριστοῦ, τὴν θείαν δύναμιν
ἐπιπαροῦσαν ἐναργῶς τε αὑτὴν τοῖς μάρτυσιν ἐπιδεικνῦσαν
ἱστορήσαμεν, τῶν ἀνθρωποβόρων ἐπὶ πλείονα χρόνον μὴ
προσψαύειν μηδὲ πλησιάζειν τοῖς τῶν θεοφιλῶν σώμασιν
ἐπιτολμώντων, ἀλλ᾿ ἐπὶ μὲν τοὺς ἄλλους, ὅσοι δήπουθεν
ἔξωθεν ἐρεθισμοῖς παρώρμων αὐτά, φερομένων, μόνων δὲ
τῶν ἱερῶν ἀθλητῶν, γυμνῶν ἑστώτων καὶ ταῖς χερσὶν
κατασειόντων ἐπί τε σφᾶς αὐτοὺς ἐπισπωμένων (τοῦτο γὰρ
αὐτοῖς ἐκελεύετο πράττειν), μηδ᾿ ὅλως ἐφαπτομένων,
ἀλλ᾿ ἔσθ᾿ ὅπῃ μὲν καὶ ἐπ᾿ αὐτοὺς ὁρμώντων, οἷα δὲ πρός
τινος θειοτέρας δυνάμεως ἀνακρουομένων καὶ αὖ πάλιν εἰς
τοὐπίσω χωρούντων· ὃ καὶ εἰς μακρὸν γινόμενον
θαῦμα παρεῖχεν οὐ σμικρὸν τοῖς θεωμένοις, ὥστε ἤδη διὰ
τὸ ἄπρακτον τοῦ πρώτου δεύτερον καὶ τρίτον προσαφίεσθαι
ἑνὶ καὶ τῷ αὐτῷ μάρτυρι θηρίον. καταπλαγῆναι δ᾿ ἦν
τὴν ἐπὶ τούτοις ἀπτόητον τῶν ἱερῶν ἐκείνων καρτερίαν
καὶ τὴν ἐν σώμασι νέοις βεβηκυῖαν καὶ ἀδιάτρεπτον ἔνστασιν.
ἑώρας γοῦν ἡλικίαν οὐδ᾿ ὅλων ἐτῶν εἴκοσι δίχα δεσμῶν
ἑστῶτος νέου καὶ τὰς μὲν χεῖρας ἐφαπλοῦντος εἰς σταυροῦ
τύπον, ἀκαταπλήκτῳ δὲ καὶ ἀτρεμεῖ διανοίᾳ ταῖς πρὸς
τὸ θεῖον σχολαίτατα τεταμένου λιταῖς μηδ᾿ ὅλως τε
μεθισταμένου μηδ᾿ ἀποκλίνοντός ποι τοῦ ἔνθα εἱστήκει
τόπου, ἄρκτων καὶ παρδάλεων θυμοῦ καὶ θανάτου πνεόντων
σχεδὸν αὐτῆς καθαπτομένων αὐτοῦ τῆς σαρκός, ἀλλ᾿ οὐκ
οἶδ᾿ ὅπως θείᾳ καὶ ἀπορρήτῳ δυνάμει μόνον οὐχὶ φραττο-
μένων τὸ στόμα καὶ αὖθις παλινδρομούντων εἰς τοὐπίσω.
καὶ οὗτος μέν τις τοιοῦτος ἦν· πάλιν δ᾿ ἂν ἑτέρους
εἶδες (πέντε γὰρ οἱ πάντες ἐτύγχανον) ἠγριωμένῳ ταύρῳ
παραβληθέντας, ὃς τοὺς μὲν ἄλλους τῶν ἔξωθεν προσιόντων
τοῖς κέρασιν εἰς τὸν ἀέρα ῥίπτων διεσπάραττεν, ἡμιθνῆτας
αἴρεσθαι καταλιπών, ἐπὶ μόνους δὲ θυμῷ καὶ ἀπειλῇ τοὺς
ἱεροὺς ὁρμῶν μάρτυρας οὐδὲ πλησιάζειν αὐτοῖς οἷός τε ἦν,
κυρίττων δὲ τοῖς ποσὶν καὶ τοῖς κέρασιν τῇδε κἀκεῖσε
χρώμενος καὶ διὰ τοὺς ἀπὸ τῶν καυτήρων ἐρεθισμοὺς
θυμοῦ καὶ ἀπειλῆς πνέων εἰς τοὐπίσω πρὸς τῆς ἱερᾶς
ἀνθείλκετο προνοίας, ὡς μηδὲ τούτου μηδὲν μηδαμῶς
αὐτοὺς ἀδικήσαντος ἕτερα ἄττα αὐτοῖς ἐπαφίεσθαι θηρία.
τέλος δ᾿ οὖν μετὰ τὰς δεινὰς καὶ ποικίλας τούτων
προσβολὰς ξίφει κατασφαγέντες οἱ πάντες ἀντὶ γῆς καὶ
τάφων τοῖς θαλαττίοις παραδίδονται κύμασιν.
Καὶ τοιοῦτος μὲν ὁ ἀγὼν τῶν κατὰ Τύρον τοὺς ὑπὲρ
εὐσεβείας ἄθλους ἐνδειξαμένων Αἰγυπτίων.
Θαυμάσειε δ᾿ ἄν τις αὐτῶν καὶ τοὺς ἐπὶ τῆς οἰκείας γῆς
μαρτυρήσαντας, ἔνθα μυρίοι τὸν ἀριθμόν, ἄνδρες ἅμα
γυναιξὶν καὶ παισίν, ὑπὲρ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας,
τοῦ προσκαίρου ζῆν καταφρονήσαντες, διαφόρους ὑπέμειναν
θανάτους, οἳ μὲν αὐτῶν μετὰ ξεσμοὺς καὶ στρεβλώσεις
μάστιγάς τε χαλεπωτάτας καὶ μυρίας ἄλλας ποικίλας καὶ
φρικτὰς ἀκοῦσαι βασάνους πυρὶ παραδοθέντες, οἳ δὲ πελάγει
καταβροχθισθέντες, ἄλλοι δ᾿ εὐθαρσῶς τοῖς ἀποτέμνουσιν
τὰς ἑαυτῶν προτείναντες κεφαλάς, οἳ δὲ καὶ ἐναποθανόντες
ταῖς βασάνοις, ἕτεροι δὲ λιμῷ διαφθαρέντες, καὶ ἄλλοι
πάλιν ἀνασκολοπισθέντες, οἳ μὲν κατὰ τὸ σύνηθες τοῖς
κακούργοις, οἳ δὲ καὶ χειρόνως ἀνάπαλιν κάτω κάρα
προσηλωθέντες τηρούμενοί τε ζῶντες, εἰς ὅτε καὶ ἐπ᾿
αὐτῶν ἰκρίων λιμῷ διαφθαρεῖεν.
Πάντα δ᾿ ὑπεραίρει λόγον καὶ ἃς ὑπέμειναν αἰκίας
καὶ ἀλγηδόνας οἱ κατὰ Θηβαΐδα μάρτυρες, ὀστράκοις
ἀντὶ ὀνύχων ὅλον τὸ σῶμα καὶ μέχρις ἀπαλλαγῆς τοῦ
βίου καταξαινόμενοι, γύναιά τε τοῖν ποδοῖν ἐξ ἑνὸς
ἀποδεσμούμενα μετέωρά τε καὶ διαέρια κάτω κεφαλὴν
μαγγάνοις τισὶν εἰς ὕψος ἀνελκόμενα γυμνοῖς τε παντελῶς
καὶ μηδ᾿ ἐπικεκαλυμμένοις τοῖς σώμασιν θέαν ταύτην
αἰσχίστην καὶ πάντων ὠμοτάτην καὶ ἀπανθρωποτάτην τοῖς
ὁρῶσιν ἅπασιν παρεσχημένα· ἄλλοι δ᾿ αὖ πάλιν δένδρεσιν
καὶ πρέμνοις ἐναπέθνῃσκον δεσμούμενοι· τοὺς γὰρ μάλιστα
στερροτάτους τῶν κλάδων μηχαναῖς τισιν ἐπὶ ταὐτὸ
συνέλκοντες εἰς ἑκάτερά τε τούτων τὰ τῶν μαρτύρων
ἀποτείνοντες σκέλη, εἰς τὴν ἑαυτῶν ἠφίεσαν τοὺς κλάδους
φέρεσθαι φύσιν, ἄθρουν τῶν μελῶν διασπασμὸν καθ᾿ ὧν
ταῦτ᾿ ἐνεχείρουν ἐπινοοῦντες. καὶ ταῦτά γε πάντα
ἐνηργεῖτο οὐκ ἐπ᾿ ὀλίγας ἡμέρας ἢ χρόνον τινὰ βραχύν,
ἀλλ᾿ ἐπὶ μακρὸν ὅλων ἐτῶν διάστημα, ὁτὲ μὲν πλειόνων ἢ
δέκα, ὁτὲ δὲ ὑπὲρ τοὺς εἴκοσι τὸν ἀριθμὸν ἀναιρουμένων,
ἄλλοτε δὲ οὐχ ἧττον καὶ τριάκοντα, ἤδη δ᾿ ἐγγύς που
ἑξήκοντα, καὶ πάλιν ἄλλοτε ἑκατὸν ἐν ἡμέρᾳ μιᾷ ἄνδρες
ἅμα κομιδῇ νηπίοις καὶ γυναιξὶν ἐκτείνοντο, ποικίλαις καὶ
ἐναλλαττούσαις τιμωρίαις καταδικαζόμενοι. ἱστορήσαμεν
δὲ καὶ αὐτοὶ ἐπὶ τῶν τόπων γενόμενοι πλείους ἀθρόως
κατὰ μίαν ἡμέραν τοὺς μὲν τῆς κεφαλῆς ἀποτομὴν ὑπομεί-
ναντας, τοὺς δὲ τὴν διὰ πυρὸς τιμωρίαν, ὡς ἀμβλύνεσθαι
φονεύοντα τὸν σίδηρον ἀτονοῦντά τε διαθλᾶσθαι αὐτούς
τε τοὺς ἀναιροῦντας ἀποκάμνοντας ἀμοιβαδὸν ἀλλήλους
διαδέχεσθαι· ὅτε καὶ θαυμασιωτάτην ὁρμὴν θείαν τε
ὡς ἀληθῶς δύναμιν καὶ προθυμίαν τῶν εἰς τὸν Χριστὸν τοῦ
θεοῦ πεπιστευκότων συνεωρῶμεν.
Ἅμα γοῦν τῇ κατὰ τῶν προτέρων ἀποφάσει ἐπεπήδων
ἄλλοθεν ἄλλοι τῷ πρὸ τοῦ δικαστοῦ βήματι Χριστιανοὺς
σφᾶς ὁμολογοῦντες, ἀφροντίστως μὲν πρὸς τὰ δεινὰ καὶ τοὺς
τῶν πολυειδῶν βασάνων τρόπους διακείμενοι, ἀκαταπλήκτως
δὲ παρρησιαζόμενοι ἐπὶ τῇ εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείᾳ
μετά τε χαρᾶς καὶ γέλωτος καὶ εὐφροσύνης τὴν ὑστάτην
ἀπόφασιν τοῦ θανάτου καταδεχόμενοι, ὥστε ψάλλειν καὶ
ὕμνους καὶ εὐχαριστίας εἰς τὸν τῶν ὅλων θεὸν μέχρις αὐτῆς
ἐσχάτης ἀναπέμπειν ἀναπνοῆς. θαυμάσιοι μὲν οὖν καὶ
οὗτοι, ἐξαιρέτως δ᾿ ἐκεῖνοι θαυμασιώτεροι οἱ πλούτῳ μὲν
καὶ εὐγενείᾳ καὶ δόξῃ λόγῳ τε καὶ φιλοσοφίᾳ διαπρέψαντες,
πάντα γε μὴν δεύτερα θέμενοι τῆς ἀληθοῦς εὐσεβείας καὶ
τῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν
πίστεως, οἷος Φιλόρωμος ἦν, ἀρχήν τινα οὐ τὴν τυχοῦσαν
τῆς κατ᾿ Ἀλεξάνδρειαν βασιλικῆς διοικήσεως ἐγκεχειρισμέ-
νος, ὃς μετὰ τοῦ ἀξιώματος καὶ τῆς Ῥωμαϊκῆς τιμῆς, ὑπὸ
στρατιώταις δορυφορούμενος, ἑκάστης ἀνεκρίνετο ἡμέρας,
Φιλέας τε τῆς Θμουϊτῶν ἐκκλησίας ἐπίσκοπος, διαπρέψας
ἀνὴρ ταῖς κατὰ τὴν πατρίδα πολιτείαις τε καὶ λειτουργίαις
ἔν τε τοῖς κατὰ φιλοσοφίαν λόγοις· οἳ καὶ μυρίων
ὅσων πρὸς αἵματός τε καὶ τῶν ἄλλων φίλων ἀντιβολούντων,
ἔτι μὴν τῶν ἐπ᾿ ἀξίας ἀρχόντων, πρὸς δὲ καὶ αὐτοῦ τοῦ
δικαστοῦ παρακαλοῦντος ὡς ἂν αὐτῶν οἶκτον λάβοιεν φειδώ
τε παίδων καὶ γυναικῶν ποιήσοιντο, οὐδαμῶς πρὸς τῶν
τοσούτων ἐπὶ τὸ φιλοζωῆσαι μὲν ἑλέσθαι, καταφρονῆσαι
δὲ τῶν περὶ ὁμολογίας καὶ ἀρνήσεως τοῦ σωτῆρος ἡμῶν
θεσμῶν ὑπήχθησαν, ἀνδρείῳ δὲ λογισμῷ καὶ φιλοσόφῳ,
μᾶλλον δὲ εὐσεβεῖ καὶ φιλοθέῳ ψυχῇ πρὸς ἁπάσας τοῦ
δικαστοῦ τάς τε ἀπειλὰς καὶ τὰς ὕβρεις ἐνστάντες, ἄμφω
τὰς κεφαλὰς ἀπετμήθησαν.
Ἐπεὶ δὲ καὶ τῶν ἔξωθεν μαθημάτων ἕνεκα πολλοῦ
λόγου ἄξιον γενέσθαι τὸν Φιλέαν ἔφαμεν, αὐτὸς ἑαυτοῦ
παρίτω μάρτυς, ἅμα μὲν ἑαυτὸν ὅστις ποτ᾿ ἦν, ἐπιδείξων,
ἅμα δὲ καὶ τὰ κατ᾿ αὐτὸν ἐν τῇ Ἀλεξανδρείᾳ συμβεβηκότα
μαρτύρια ἀκριβέστερον μᾶλλον ἢ ἡμεῖς ἱστορήσων διὰ
τούτων τῶν λέξεων·


ΑΠΟ ΤΩΝ ΦΙΛΕΟΥ ΠΡΟΣ ΘΜΟΥΙΤΑΣ ΓΡΑΜΜΑΤΩΝ

«τούτων ἁπάντων ὑποδειγμάτων ἡμῖν καὶ ὑπογραμμῶν
καὶ καλῶν γνωρισμάτων ἐν ταῖς θείαις καὶ ἱεραῖς γραφαῖς
κειμένων, οὐδὲν μελλήσαντες οἱ μακάριοι σὺν ἡμῖν μάρτυρες,
τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν ἐπὶ πάντων θεὸν καθαρῶς
τείναντες καὶ τὸν ἐπ᾿ εὐσεβείᾳ θάνατον ἐν νῷ λαβόντες,
ἀπρὶξ τῆς κλήσεως εἴχοντο, τὸν μὲν κύριον ἡμῶν Ἰησοῦν
Χριστὸν εὑρόντες ἐνανθρωπήσαντα δι᾿ ἡμᾶς, ἵνα πᾶσαν μὲν
ἁμαρτίαν ἐκκόψῃ, ἐφόδια δὲ τῆς εἰς τὴν αἰώνιον ζωὴν εἰσόδου
ἡμῖν κατάθηται· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι
ἴσα θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών,
καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἑαυτὸν ἐταπεί-
νωσεν ἕως θανάτου, θανάτου δὲ σταυροῦ. δι᾿ ὃ
καὶ ζηλώσαντες τὰ μείζονα χαρίσματα οἱ χριστοφόροι
μάρτυρες πάντα μὲν πόνον καὶ παντοίας ἐπινοίας αἰκισμῶν
οὐκ εἰς ἅπαξ, ἀλλ᾿ ἤδη καὶ δεύτερόν τινες ὑπέμειναν, πάσας
δὲ ἀπειλὰς οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τῶν δορυφόρων
κατ᾿ αὐτῶν φιλοτιμουμένων, οὐκ ἐνεδίδουν τὴν γνώμην διὰ
τὸ τὴν τελείαν ἀγάπην ἔξω βάλλειν τὸν φόβον· ὧν
καταλέγειν τὴν ἀρετὴν καὶ τὴν ἐφ᾿ ἑκάστῃ βασάνῳ
ἀνδρείαν τίς ἂν ἀρκέσειεν λόγος; ἀνέσεως γὰρ οὔσης
ἅπασι τοῖς βουλομένοις ἐνυβρίζειν, οἳ μὲν ξύλοις ἔπαιον,
ἕτεροι δὲ ῥάβδοις, ἄλλοι δὲ μάστιξιν, ἕτεροι δὲ πάλιν ἱμᾶσιν,
ἄλλοι δὲ σχοινίοις. καὶ ἦν ἡ θέα τῶν αἰκισμῶν ἐνηλλαγμένη
καὶ πολλὴν τὴν ἐν αὐτῇ κακίαν ἔχουσα. οἳ μὲν γὰρ ὀπίσω
τὼ χεῖρε δεθέντες περὶ τὸ ξύλον ἐξηρτῶντο καὶ μαγγάνοις
τισὶ διετείνοντο πᾶν μέλος, εἶθ᾿ οὕτως διὰ παντὸς τοῦ
σώματος ἐπῆγον ἐκ κελεύσεως οἱ βασανισταί, οὐ καθάπερ
τοῖς φονεῦσιν ἐπὶ τῶν πλευρῶν μόνον, ἀλλὰ καὶ τῆς γαστρὸς
καὶ κνημῶν καὶ παρειῶν τοῖς ἀμυντηρίοις ἐκόλαζον· ἕτεροι
δὲ ἀπὸ τῆς στοᾶς μιᾶς χειρὸς ἐξηρτημένοι αἰωροῦντο,
πάσης ἀλγηδόνος δεινοτέραν τὴν ἀπὸ τῶν ἄρθρων καὶ μελῶν
τάσιν ἔχοντες· ἄλλοι δὲ πρὸς τοῖς κίοσιν ἀντιπρόσωποι
ἐδοῦντο, οὐ βεβηκόσιν τοῖς ποσίν, τῷ δὲ βάρει τοῦ σώματος
βιαζομένων μετὰ τάσεως ἀνελκομένων τῶν δεσμῶν. καὶ
τοῦθ᾿ ὑπέμενον, οὐκ ἐφ᾿ ὅσον προσδιελέγετο οὐδ᾿ αὐτοῖς
ἐσχόλαζεν ὁ ἡγεμών, ἀλλὰ μόνον οὐχὶ δι᾿ ὅλης τῆς ἡμέρας.
ὅτε γὰρ καὶ ἐφ᾿ ἑτέρους μετέβαινεν, τοῖς προτέροις κατε-
λίμπανεν ἐφεδρεύειν τοὺς τῇ ἐξουσίᾳ αὐτοῦ ὑπηρετουμένους,
εἴ πού τις ἡττηθεὶς τῶν βασάνων ἐνδιδόναι ἐδόκει, ἀφειδῶς
δὲ κελεύων καὶ τοῖς δεσμοῖς προσιέναι καὶ μετὰ ταῦτα
ψυχορραγοῦντας αὐτοὺς κατατεθεμένους εἰς τὴν γῆν
ἕλκεσθαι· οὐ γὰρ εἶναι κἂν μέρος φροντίδος αὐτοῖς
περὶ ἡμῶν, ἀλλ᾿ οὕτω καὶ διανοεῖσθαι καὶ πράττειν, ὡς
μηκέτ᾿ ὄντων, ταύτην δευτέραν βάσανον ἐπὶ ταῖς πληγαῖς
τῶν ὑπεναντίων ἐφευρόντων. ἦσαν δὲ οἱ καὶ μετὰ τοὺς
αἰκισμοὺς ἐπὶ τοῦ ξύλου κείμενοι, διὰ τῶν τεσσάρων ὀπῶν
διατεταμένοι ἄμφω τὼ πόδε, ὡς καὶ κατὰ ἀνάγκην αὐτοὺς
ἐπὶ τοῦ ξύλου ὑπτίους εἶναι, μὴ δυναμένους διὰ τὸ ἔναυλα τὰ
τραύματα ἀπὸ τῶν πληγῶν καθ᾿ ὅλου τοῦ σώματος ἔχειν·
ἕτεροι δὲ εἰς τοὔδαφος ῥιφέντες ἔκειντο ὑπὸ τῆς τῶν βασάνων
ἀθρόας προσβολῆς, δεινοτέραν τὴν ὄψιν τῆς ἐνεργείας τοῖς
ὁρῶσιν παρέχοντες, ποικίλας καὶ διαφόρους ἐν τοῖς σώμασιν
φέροντες τῶν βασάνων τὰς ἐπινοίας. τούτων οὕτως
ἐχόντων οἳ μὲν ἐναπέθνῃσκον ταῖς βασάνοις, τῇ καρτερίᾳ
καταισχύναντες τὸν ἀντίπαλον, οἳ δὲ ἡμιθνῆτες ἐν τῷ
δεσμωτηρίῳ συγκλειόμενοι, μετ᾿ οὐ πολλὰς ἡμέρας ταῖς
ἀλγηδόσι συνεχόμενοι ἐτελειοῦντο, οἱ δὲ λοιποὶ τῆς ἀπὸ τῆς
θεραπείας ἀνακτήσεως τυχόντες τῷ χρόνῳ καὶ τῇ τῆς
φυλακῆς διατριβῇ θαρσαλεώτεροι ἐγίνοντο. οὕτω γοῦν,
ἡνίκα προσετέτακτο αἱρέσεως κειμένης ἢ ἐφαψάμενον τῆς
ἐναγοῦς θυσίας ἀνενόχλητον εἶναι, τῆς ἐπαράτου ἐλευθερίας
παρ᾿ αὐτῶν τυχόντα, ἢ μὴ θύοντα τὴν ἐπὶ θανάτῳ δίκην
ἐκδέχεσθαι, οὐδὲν μελλήσαντες ἀσμένως ἐπὶ τὸν θάνατον
ἐχώρουν· ᾔδεσαν γὰρ τὰ ὑπὸ τῶν ἱερῶν γραφῶν ἡμῖν
προορισθέντα. ὁ γὰρ θυσιάζων, φησίν, θεοῖς ἑτέροις
ἐξολοθρευθήσεται, καὶ ὅτι οὐκ ἔσονταί σοι θεοὶ
ἕτεροι πλὴν ἐμοῦ».
Τοιαῦται τοῦ ὡς ἀληθῶς φιλοσόφου τε ὁμοῦ καὶ
φιλοθέου μάρτυρος αἱ φωναὶ ἃς πρὸ τελευταίας ἀποφάσεως,
ὑπὸ τὴν δεσμωτικὴν ἔθ᾿ ὑπάρχων τάξιν, τοῖς κατὰ τὴν
αὑτοῦ παροικίαν ἀδελφοῖς ἐπεστάλκει, ἅμα μὲν τὰ ἐν οἷς
ἦν, ἀνατιθέμενος, ἅμα δὲ καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸ
ἀπρὶξ ἔχεσθαι καὶ μετ᾿ αὐτὸν ὅσον οὔπω τελειωθησόμενον
τῆς ἐν Χριστῷ θεοσεβείας. ἀλλὰ τί χρὴ πολλὰ λέγειν
καὶ καινοτέρας ἐπὶ καινοτέραις τῶν ἀνὰ τὴν οἰκουμένην
θεοπρεπῶν μαρτύρων ἀθλήσεις παρατίθεσθαι, μάλιστα τῶν
οὐκέτι μὲν κοινῷ νόμῳ, πολέμου δὲ τρόπῳ πεπολιορκημένων;
Ἤδη γοῦν ὅλην Χριστιανῶν πολίχνην αὔτανδρον ἀμφὶ
τὴν Φρυγίαν ἐν κύκλῳ περιβαλόντες ὁπλῖται πῦρ τε ὑφάψαντες
κατέφλεξαν αὐτοῖς ἅμα νηπίοις καὶ γυναιξὶ τὸν ἐπὶ πάντων
θεὸν ἐπιβοωμένοις, ὅτι δὴ πανδημεὶ πάντες οἱ τὴν πόλιν
οἰκοῦντες λογιστής τε αὐτὸς καὶ στρατηγοὶ σὺν τοῖς ἐν τέλει
πᾶσιν καὶ ὅλῳ δήμῳ Χριστιανοὺς σφᾶς ὁμολογοῦντες, οὐδ᾿
ὁπωστιοῦν τοῖς προστάττουσιν εἰδωλολατρεῖν ἐπειθάρχουν.
καί τις ἕτερος Ῥωμαϊκῆς ἀξίας ἐπειλημμένος, Ἄδαυκτος
τοὔνομα, γένος τῶν παρ᾿ Ἰταλοῖς ἐπισήμων, διὰ πάσης
προελθὼν ἀνὴρ τῆς παρὰ βασιλεῦσι τιμῆς, ὡς καὶ τὰς
καθόλου διοικήσεις τῆς παρ᾿ αὐτοῖς καλουμένης μαγιστρό-
τητός τε καὶ καθολικότητος ἀμέμπτως διελθεῖν, ἐπὶ πᾶσι
τούτοις διαπρέψας τοῖς ἐν θεοσεβείᾳ κατορθώμασιν καὶ ταῖς
εἰς τὸν Χριστὸν τοῦ θεοῦ ὁμολογίαις, τῷ τοῦ μαρτυρίου
διαδήματι κατεκοσμήθη, ἐπ᾿ αὐτῆς τῆς τοῦ καθολικοῦ
πράξεως τὸν ὑπὲρ εὐσεβείας ὑπομείνας ἀγῶνα.
Τί με χρὴ νῦν ἐπ᾿ ὀνόματος τῶν λοιπῶν μνημονεύειν
ἢ τὸ πλῆθος τῶν ἀνδρῶν ἀριθμεῖν ἢ τὰς πολυτρόπους
αἰκίας ἀναζωγραφεῖν τῶν θαυμασίων μαρτύρων, τοτὲ μὲν
πέλυξιν ἀναιρουμένων, οἷα γέγονεν τοῖς ἐπ᾿ Ἀραβίας, τοτὲ
δὲ τὰ σκέλη κατεαγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ
συμβέβηκεν, καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν εἰς
ὕψος ἀναρτωμένων καὶ μαλθακοῦ πυρὸς ὑποκαιομένου τῷ
παραπεμπομένῳ καπνῷ τῆς φλεγομένης ὕλης ἀποπνιγομένων,
οἷα τοῖς ἐν Μέσῃ τῶν ποταμῶν ἐπήχθη, ποτὲ δὲ ῥῖνας καὶ
ὦτα καὶ χεῖρας ἀκρωτηριαζομένων τά τε λοιπὰ τοῦ σώματος
μέλη τε καὶ μέρη κρεουργουμένων, οἷα τὰ ἐπ᾿ Ἀλεξανδρείας
ἦν;
Τί δεῖ τῶν ἐπ᾿ Ἀντιοχείας ἀναζωπυρεῖν τὴν μνήμην,
ἐσχάραις πυρὸς οὐκ εἰς θάνατον, ἀλλ᾿ ἐπὶ μακρᾷ τιμωρίᾳ
κατοπτωμένων, ἑτέρων τε θᾶττον τὴν δεξιὰν αὐτῷ πυρὶ
καθιέντων ἢ τῆς ἐναγοῦς θυσίας ἐφαπτομένων; ὧν τινες τὴν
πεῖραν φεύγοντες, πρὶν ἁλῶναι καὶ εἰς χεῖρας τῶν ἐπιβούλων
ἐλθεῖν, ἄνωθεν ἐξ ὑψηλῶν δωμάτων ἑαυτοὺς κατεκρήμνισαν,
τὸν θάνατον ἅρπαγμα θέμενοι τῆς τῶν δυσσεβῶν μοχθηρίας.
καί τις ἱερὰ καὶ θαυμασία τὴν τῆς ψυχῆς ἀρετήν, τὸ
δὲ σῶμα γυνὴ καὶ τὰ ἄλλα τῶν ἐπ᾿ Ἀντιοχείας πλούτῳ καὶ
γένει καὶ εὐδοξίᾳ παρὰ πᾶσι βεβοημένη, παίδων ξυνωρίδα
παρθένων τῇ τοῦ σώματος ὥρᾳ καὶ ἀκμῇ διαπρεπουσῶν
θεσμοῖς εὐσεβείας ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς
κινούμενος φθόνος πάντα τρόπον ἀνιχνεύων λανθανούσας
περιειργάζετο, εἶτ᾿ ἐπ᾿ ἀλλοδαπῆς αὐτὰς διατρίβειν μαθὼν
πεφροντισμένως ἐπὶ τὴν Ἀντιόχειαν ἐκάλει δικτύων τε ἤδη
στρατιωτικῶν εἴσω περιβέβληντο, ἐν ἀμηχάνοις ἑαυτὴν καὶ
τὰς παῖδας θεασαμένη καὶ τὰ μέλλοντα ἐξ ἀνθρώπων δεινὰ
τῷ λόγῳ παραθεῖσα τό τε πάντων δεινῶν καὶ ἀφορητότερον,
πορνείας ἀπειλήν, μηδὲ ἄκροις ὠσὶν ὑπομεῖναι δεῖν ἀκοῦσαι
ἑαυτῇ τε καὶ ταῖς κόραις παρακελευσαμένη, ἀλλὰ καὶ τὸ
προδοῦναι τὰς ψυχὰς τῇ τῶν δαιμόνων δουλείᾳ πάντων
ὑπάρχειν θανάτων καὶ πάσης χεῖρον ἀπωλείας φήσασα,
μίαν τούτων ἁπάντων εἶναι λύσιν ὑπετίθετο τὴν ἐπὶ τὸν
κύριον καταφυγήν, κἄπειτα ὁμοῦ τῇ γνώμῃ συνθέμεναι
τά τε σώματα περιστείλασαι κοσμίως τοῖς περιβλήμασιν,
ἐπ᾿ αὐτῆς μέσης γενόμεναι τῆς ὁδοῦ, βραχύ τι τοὺς
φύλακας εἰς ἀναχώρησιν ὑποπαραιτησάμεναι, ἐπὶ παραρρέ-
οντα ποταμὸν ἑαυτὰς ἠκόντισαν.
Αἵδε μὲν οὖν ἑαυτάς· ἄλλην δ᾿ ἐπ᾿ αὐτῆς Ἀντιοχείας
ξυνωρίδα παρθένων τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς
ἀδελφῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον,
νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχήν,
εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπουδήν, ὡς ἂν μὴ
φερούσης τῆς γῆς τὰ τοιαῦτα βαστάζειν, θαλάττῃ ῥίπτειν
ἐκέλευον οἱ τῶν δαιμόνων θεραπευταί. ταῦτα μὲν οὖν παρὰ
τοῖσδε· τὰ φρικτὰ δὲ ἀκοαῖς κατὰ τὸν Πόντον ἔπασχον
ἕτεροι, καλάμοις ὀξέσιν τοῖν χεροῖν ἐξ ἄκρων ὀνύχων
τοὺς δακτύλους διαπειρόμενοι, καὶ ἄλλοι, πυρὶ μολίβδου
διατακέντος, βρασσούσῃ καὶ πεπυρακτωμένῃ τῇ ὕλῃ τὰ
νῶτα καταχεόμενοι καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ
σώματος κατοπτώμενοι, διά τε τῶν ἀπορρήτων ἕτεροι
μελῶν τε καὶ σπλάγχνων αἰσχρὰς καὶ ἀσυμπαθεῖς καὶ οὐδὲ
λόγῳ ῥητὰς ὑπέμενον πάθας ἃς οἱ γενναῖοι καὶ νόμιμοι
δικασταὶ τὴν σφῶν ἐπιδεικνύμενοι δεινότητα, ὥσπερ τινὰ
σοφίας ἀρετήν, φιλοτιμότερον ἐπενόουν, αἰεὶ ταῖς καινότερον
ἐφευρισκομέναις αἰκίαις, ὥσπερ ἐν ἀγῶνος βραβείοις,
ἀλλήλους ὑπερεξάγειν ἁμιλλώμενοι. τὰ δ᾿ οὖν τῶν
συμφορῶν ἔσχατα, ὅτε δὴ λοιπὸν ἀπειρηκότες ἐπὶ τῇ τῶν
κακῶν ὑπερβολῇ καὶ πρὸς τὸ κτείνειν ἀποκαμόντες πλησμονήν
τε καὶ κόρον τῆς τῶν αἱμάτων ἐκχύσεως ἐσχηκότες, ἐπὶ τὸ
νομιζόμενον αὐτοῖς χρηστὸν καὶ φιλάνθρωπον ἐτρέποντο,
ὡς μηδὲν μὲν ἔτι δοκεῖν δεινὸν καθ᾿ ἡμῶν περιεργάζεσθαι·
μὴ γὰρ καθήκειν φασὶν αἵμασιν ἐμφυλίοις μιαίνειν τὰς
πόλεις μηδ᾿ ἐπ᾿ ὠμότητι τὴν ἀνωτάτω διαβάλλειν τῶν
κρατούντων ἀρχήν, εὐμενῆ τοῖς πᾶσιν ὑπάρχουσαν καὶ
πραεῖαν, δεῖν δὲ μᾶλλον τῆς φιλανθρώπου καὶ βασιλικῆς
ἐξουσίας εἰς πάντας ἐκτείνεσθαι τὴν εὐεργεσίαν, μηκέτι
θανάτῳ κολαζομένους· λελύσθαι γὰρ αὐτῶν καθ᾿ ἡμῶν
ταύτην τὴν τιμωρίαν διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν.
τηνικαῦτα ὀφθαλμοὺς ἐξορύττεσθαι καὶ τοῖν σκελοῖν
πηροῦσθαι θάτερον προσετάττετο. ταῦτα γὰρ ἦν αὐτοῖς τὰ
φιλάνθρωπα καὶ τῶν καθ᾿ ἡμῶν τιμωριῶν τὰ κουφότατα,
ὥστε ἤδη ταύτης ἕνεκα τῆς τῶν ἀσεβῶν φιλανθρωπίας
οὐκέτ᾿ εἶναι δυνατὸν ἐξειπεῖν τὸ πλῆθος τῶν ὑπὲρ πάντα
λόγον τοὺς μὲν δεξιοὺς ὀφθαλμοὺς ξίφει πρότερον ἐκκοπτο-
μένων κἄπειτα τούτους πυρὶ καυτηριαζομένων, τοὺς δὲ
λαιοὺς πόδας κατὰ τῶν ἀγκυλῶν αὖθις καυτῆρσιν ἀχρειου-
μένων μετά τε ταῦτα τοῖς κατ᾿ ἐπαρχίαν χαλκοῦ μετάλλοις
οὐχ ὑπηρεσίας τοσοῦτον ὅσον κακώσεως καὶ ταλαιπωρίας
ἕνεκεν καταδικαζομένων πρὸς ἅπασί τε τούτοις ἄλλων
ἄλλοις ἀγῶσιν, οὓς μηδὲ καταλέγειν δυνατόν (νικᾷ γὰρ
πάντα λόγον τὰ κατ᾿ αὐτοὺς ἀνδραγαθήματα), περιπεπτω-
κότων.
ἐν δὴ τούτοις ἐφ᾿ ὅλης τῆς οἰκουμένης διαλάμψαντες
οἱ μεγαλοπρεπεῖς τοῦ Χριστοῦ μάρτυρες τοὺς μὲν ἁπανταχοῦ
τῆς ἀνδρείας αὐτῶν ἐπόπτας εἰκότως κατεπλήξαντο, τῆς δὲ
τοῦ σωτῆρος ἡμῶν θείας ὡς ἀληθῶς καὶ ἀπορρήτου δυνάμεως
ἐμφανῆ δι᾿ ἑαυτῶν τὰ τεκμήρια παρεστήσαντο. ἑκάστου
μὲν οὖν ἐπ᾿ ὀνόματος μνημονεύειν μακρὸν ἂν εἴη, μή τί γε
τῶν ἀδυνάτων.
Τῶν δὲ κατὰ τὰς ἐπισήμους πόλεις μαρτυρησάντων
ἐκκλησιαστικῶν ἀρχόντων πρῶτος ἡμῖν ἐν εὐσεβῶν στήλαις
τῆς Χριστοῦ βασιλείας ἀνηγορεύσθω μάρτυς ἐπίσκοπος τῆς
Νικομηδέων πόλεως, τὴν κεφαλὴν ἀποτμηθείς, Ἄνθιμος,
τῶν δ᾿ ἐπ᾿ Ἀντιοχείας μαρτύρων τὸν πάντα βίον ἄριστος
πρεσβύτερος τῆς αὐτόθι παροικίας, Λουκιανός, ἐν τῇ Νικομη-
δείᾳ καὶ αὐτὸς βασιλέως ἐπιπαρόντος τὴν οὐράνιον τοῦ
Χριστοῦ βασιλείαν λόγῳ πρότερον δι᾿ ἀπολογίας, εἶτα δὲ
καὶ ἔργοις ἀνακηρύξας. τῶν δ᾿ ἐπὶ Φοινίκης μαρτύρων
γένοιντ᾿ ἂν ἐπισημότατοι τὰ πάντα θεοφιλεῖς τῶν λογικῶν
Χριστοῦ θρεμμάτων ποιμένες, Τυραννίων ἐπίσκοπος τῆς κατὰ
Τύρον ἐκκλησίας πρεσβύτερός τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος
καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμισαν ἐκκλησιῶν ἐπίσκοπος.
ἀλλ᾿ οὗτος μὲν θηρίων βορὰ μεθ᾿ ἑτέρων ἐπ᾿ αὐτῆς
Ἐμίσης γενόμενος χοροῖς ἀνελήφθη μαρτύρων, τὼ δ᾿ ἐπ᾿
Ἀντιοχείας ἄμφω τὸν τοῦ θεοῦ λόγον διὰ τῆς εἰς θάνατον
ὑπομονῆς ἐδοξασάτην, ὃ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς,
ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν
πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις.
τῶν δ᾿ ἐπὶ Παλαιστίνης μαρτύρων Σιλβανός, ἐπίσκοπος
τῶν ἀμφὶ τὴν Γάζαν ἐκκλησιῶν, κατὰ τὰ ἐν Φαινοῖ χαλκοῦ
μέταλλα σὺν ἑτέροις ἑνὸς δέουσι τὸν ἀριθμὸν τεσσαράκοντα
τὴν κεφαλὴν ἀποτέμνεται, Αἰγύπτιοί τε αὐτόθι Πηλεὺς καὶ
Νεῖλος ἐπίσκοποι μεθ᾿ ἑτέρων τὴν διὰ πυρὸς ὑπέμειναν
τελευτήν. καὶ τὸ μέγα δὲ κλέος τῆς Καισαρέων παροικίας
ἐν τούτοις ἡμῖν μνημονευέσθω Πάμφιλος πρεσβύτερος, τῶν
καθ᾿ ἡμᾶς θαυμασιώτατος, οὗ τῶν ἀνδραγαθημάτων τὴν
ἀρετὴν κατὰ τὸν δέοντα καιρὸν ἀναγράψομεν.
τῶν δ᾿ ἐπ᾿ Ἀλεξανδρείας καθ᾿ ὅλης τε Αἰγύπτου καὶ
Θηβαΐδος διαπρεπῶς τελειωθέντων πρῶτος Πέτρος, αὐτῆς
Ἀλεξανδρείας ἐπίσκοπος, θεῖόν τι χρῆμα διδασκάλων τῆς
ἐν Χριστῷ θεοσεβείας, ἀναγεγράφθω, καὶ τῶν σὺν αὐτῷ
πρεσβυτέρων Φαῦστος καὶ Δῖος καὶ Ἀμμώνιος, τέλειοι
Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος καὶ Παχύμιος
καὶ Θεόδωρος, τῶν ἀμφὶ τὴν Αἴγυπτον ἐκκλησιῶν ἐπίσκο-
ποι, μυρίοι τε ἐπὶ τούτοις ἄλλοι διαφανεῖς, οἳ πρὸς τῶν
κατὰ χώραν καὶ τόπον παροικιῶν μνημονεύονται· ὧν ἀνὰ
τὴν πᾶσαν οἰκουμένην ὑπὲρ τῆς εἰς τὸ θεῖον εὐσεβείας
ἠγωνισμένων γραφῇ παραδιδόναι τοὺς ἄθλους ἐπ᾿ ἀκριβές
τε ἕκαστα τῶν περὶ αὐτοὺς συμβεβηκότων ἱστορεῖν οὐχ
ἡμέτερον, τῶν δ᾿ ὄψει τὰ πράγματα παρειληφότων ἴδιον ἂν
γένοιτο· οἷς γε μὴν αὐτὸς παρεγενόμην, τούτους καὶ τοῖς
μεθ᾿ ἡμᾶς γνωρίμους δι᾿ ἑτέρας ποιήσομαι γραφῆς. κατά
γε μὴν τὸν παρόντα λόγον τὴν παλινῳδίαν τῶν περὶ ἡμᾶς
εἰργασμένων τοῖς εἰρημένοις ἐπισυνάψω τά τε ἐξ ἀρχῆς τοῦ
διωγμοῦ συμβεβηκότα, χρησιμώτατα τυγχάνοντα τοῖς ἐντευ-
ξομένοις.
Τὰ μὲν οὖν πρὸ τοῦ καθ᾿ ἡμῶν πολέμου τῆς Ῥωμαίων
ἡγεμονίας, ἐν ὅσοις δὴ χρόνοις τὰ τῶν ἀρχόντων φίλιά τε
ἦν ἡμῖν καὶ εἰρηναῖα, ὁπόσης ἀγαθῶν εὐφορίας καὶ εὐετηρίας
ἠξίωτο, τίς ἂν ἐξαρκέσειεν λόγος διηγήσασθαι; ὅτε καὶ οἱ
μάλιστα τῆς καθόλου κρατοῦντες ἀρχῆς δεκαετηρίδας καὶ
εἰκοσαετηρίδας ἐκπλήσαντες, ἐν ἑορταῖς καὶ πανηγύρεσιν
φαιδροτάταις τε θαλίαις καὶ εὐφροσύναις μετὰ πάσης
εὐσταθοῦς διετέλουν εἰρήνης. οὕτω δ᾿ αὐτοῖς ἀπαραπο-
δίστως αὐξούσης καὶ ἐπὶ μέγα ὁσημέραι προϊούσης τῆς
ἐξουσίας, ἀθρόως τῆς πρὸς ἡμᾶς εἰρήνης μεταθέμενοι,
πόλεμον ἄσπονδον ἐγείρουσιν· οὔπω δ᾿ αὐτοῖς τῆς τοιᾶσδε
κινήσεως δεύτερον ἔτος πεπλήρωτο, καί τι περὶ τὴν ὅλην
ἀρχὴν νεώτερον γεγονὸς τὰ πάντα πράγματα ἀνατρέπει.
νόσου γὰρ οὐκ αἰσίας τῷ πρωτοστάτῃ τῶν εἰρημένων
ἐπισκηψάσης, ὑφ᾿ ἧς ἤδη καὶ τὰ τῆς διανοίας εἰς ἔκστασιν
αὐτῷ παρήγετο, σὺν τῷ μετ᾿ αὐτὸν δευτερείοις τετιμημένῳ
τὸν δημώδη καὶ ἰδιωτικὸν ἀπολαμβάνει βίον· οὔπω δὲ
ταῦθ᾿ οὕτω πέπρακτο, καὶ διχῇ τὰ πάντα τῆς ἀρχῆς διαιρεῖται,
πρᾶγμα μηδ᾿ ἄλλοτέ πω πάλαι γεγονὸς μνήμῃ παραδεδο-
μένον. χρόνου δ᾿ οὐ πλείστου μεταξὺ γενομένου βασιλεὺς
Κωνστάντιος τὸν πάντα βίον πραότατα καὶ τοῖς ὑπηκόοις
εὐνοϊκώτατα τῷ τε θείῳ λόγῳ προσφιλέστατα διαθέμενος,
παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ Σεβαστὸν
ἀνθ᾿ ἑαυτοῦ καταλιπών, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν
βίον, πρῶτός τε ἐν θεοῖς ἀνηγορεύετο παρ᾿ αὐτοῖς, ἁπάσης
μετὰ θάνατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος,
χρηστότατος καὶ ἠπιώτατος βασιλέων· ὃς δὴ καὶ
μόνος τῶν καθ᾿ ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα
τῆς ἀρχῆς διατελέσας χρόνον καὶ τἄλλα τοῖς πᾶσι δεξιώτατον
καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτὸν τοῦ τε καθ᾿ ἡμῶν
πολέμου μηδαμῶς ἐπικοινωνήσας, ἀλλὰ καὶ τοὺς ὑπ᾿ αὐτὸν
θεοσεβεῖς ἀβλαβεῖς καὶ ἀνεπηρεάστους φυλάξας καὶ μήτε
τῶν ἐκκλησιῶν τοὺς οἴκους καθελὼν μήθ᾿ ἕτερόν τι καθ᾿
ἡμῶν καινουργήσας, τέλος εὔδαιμον καὶ τρισμακάριον
ἀπείληφεν τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς
καὶ ἐπιδόξως ἐπὶ διαδόχῳ γνησίῳ παιδὶ πάντα σωφρονεστάτῳ
τε καὶ εὐσεβεστάτῳ τελευτήσας.
Τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος βασιλεὺς
τελεώτατος καὶ Σεβαστὸς πρὸς τῶν στρατοπέδων καὶ ἔτι
πολὺ τούτων πρότερον πρὸς αὐτοῦ τοῦ παμβασιλέως θεοῦ
ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν
ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο. καὶ οὗτος μὲν
τοιοῦτος· Λικίννιος δ᾿ ἐπὶ τούτοις ὑπὸ κοινῆς ψήφου τῶν
κρατούντων αὐτοκράτωρ καὶ Σεβαστὸς ἀναπέφηνεν.
ταῦτα Μαξιμῖνον δεινῶς ἐλύπει, μόνον Καίσαρα παρὰ
πάντας εἰς ἔτι τότε χρηματίζοντα· ὃς δὴ οὖν τὰ μάλιστα
τυραννικὸς ὤν, παραρπάσας ἑαυτῷ τὴν ἀξίαν, Σεβαστὸς ἦν,
αὐτὸς ὑφ᾿ ἑαυτοῦ γεγονώς. ἐν τούτῳ δὲ Κωνσταντίνῳ
μηχανὴν θανάτου συρράπτων ἁλοὺς ὁ μετὰ τὴν ἀπόθεσιν
ἐπανῃρῆσθαι δεδηλωμένος αἰσχίστῳ καταστρέφει θανάτῳ·
πρώτου δὲ τούτου τὰς ἐπὶ τιμῇ γραφὰς ἀνδριάντας τε καὶ
ὅσα τοιαῦτα ἐπ᾿ ἀναθέσει νενόμισται, ὡς ἀνοσίου καὶ
δυσσεβεστάτου καθῄρουν.
Τούτου παῖς Μαξέντιος, ὁ τὴν ἐπὶ Ῥώμης τυραννίδα
συστησάμενος, ἀρχόμενος μὲν τὴν καθ᾿ ἡμᾶς πίστιν ἐπ᾿
ἀρεσκείᾳ καὶ κολακείᾳ τοῦ δήμου Ῥωμαίων καθυπεκρίνατο
ταύτῃ τε τοῖς ὑπηκόοις τὸν κατὰ Χριστιανῶν ἀνεῖναι
προστάττει διωγμόν, εὐσέβειαν ἐπιμορφάζων καὶ ὡς ἂν δεξιὸς
καὶ πολὺ πρᾶος παρὰ τοὺς προτέρους φανείη· οὐ μὴν
οἷος ἔσεσθαι ἠλπίσθη, τοιοῦτος ἔργοις ἀναπέφηνεν, εἰς
πάσας δ᾿ ἀνοσιουργίας ὀκείλας, οὐδὲν ὅ τι μιαρίας ἔργον
καὶ ἀκολασίας παραλέλοιπεν, μοιχείας καὶ παντοίας ἐπιτελῶν
φθοράς. διαζευγνύς γέ τοι τῶν ἀνδρῶν τὰς κατὰ νόμον
γαμετάς, ταύταις ἐνυβρίζων ἀτιμότατα, τοῖς ἀνδράσιν αὖθις
ἀπέπεμπεν, καὶ ταῦτ᾿ οὐκ ἀσήμοις οὐδ᾿ ἀφανέσιν ἐγχειρῶν
ἐπετήδευεν, ἀλλ᾿ αὐτῶν δὴ μάλιστα τῶν τὰ πρῶτα τῆς
Ῥωμαίων συγκλήτου βουλῆς ἀπενηνεγμένων ἐμπαροινῶν
τοῖς ἐξοχωτάτοις. οἱ πάντες δ᾿ αὐτὸν ὑποπεπτηχότες,
δῆμοι καὶ ἄρχοντες, ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο
τυραννίδι, καὶ οὐδ᾿ ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων
δουλείαν ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης
ὠμότητος. ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει τὸν δῆμον
εἰς φόνον τοῖς ἀμφ᾿ αὐτὸν δορυφόροις ἐκδίδωσιν, καὶ ἐκτείνετο
μυρία τοῦ δήμου Ῥωμαίων πλήθη, ἐπὶ μέσης τῆς πόλεως,
οὐ Σκυθῶν οὐδὲ βαρβάρων ἀλλ᾿ αὐτῶν τῶν οἰκείων δόρασι
καὶ πανοπλίαις· συγκλητικῶν γε μὴν φόνος ὁπόσος δι᾿
ἐπιβουλὴν ἐνηργεῖτο τῆς οὐσίας, οὐδ᾿ ἐξαριθμήσασθαι
δυνατόν, ἄλλοτε ἄλλαις πεπλασμέναις αἰτίαις μυρίων ἀναιρου-
μένων. ἡ δὲ τῶν κακῶν τῷ τυράννῳ κορωνὶς ἐπὶ γοητείαν
ἤλαυνεν, μαγικαῖς ἐπινοίαις τοτὲ μὲν γυναῖκας ἐγκύμονας
ἀνασχίζοντος, τοτὲ δὲ νεογνῶν σπλάγχνα βρεφῶν διερευνω-
μένου λέοντάς τε κατασφάττοντος καί τινας ἀρρητοποιίας
ἐπὶ δαιμόνων προκλήσεις καὶ ἀποτροπιασμὸν τοῦ πολέμου
συνισταμένου· διὰ τούτων γὰρ αὐτῷ τὰ τῆς νίκης κατορθω-
θήσεσθαι ἡ πᾶσα ἐτύγχανεν ἐλπίς. οὗτος μὲν οὖν ἐπὶ
Ῥώμης τυραννῶν οὐδ᾿ ἔστιν εἰπεῖν οἷα δρῶν τοὺς ὑπηκόους
κατεδουλοῦτο, ὡς ἤδη καὶ τῶν ἀναγκαίων τροφῶν ἐν
ἐσχάτῃ σπάνει καὶ ἀπορίᾳ καταστῆναι, ὅσην ἐπὶ Ῥώμης
οὐδ᾿ ἄλλοτε οἱ καθ᾿ ἡμᾶς γενέσθαι μνημονεύουσιν· ὁ δ᾿
ἐπ᾿ ἀνατολῆς τύραννος Μαξιμῖνος, ὡς ἂν πρὸς ἀδελφὸν τὴν
κακίαν, πρὸς τὸν ἐπὶ Ῥώμης φιλίαν κρύβδην σπενδόμενος,
ἐπὶ πλεῖστον χρόνον λανθάνειν ἐφρόντιζεν· φωραθείς γέ τοι
ὕστερον δίκην τίννυσι τὴν ἀξίαν.
ἦν δὲ θαυμάσαι ὅπως καὶ οὗτος τὰ συγγενῆ καὶ
ἀδελφά, μᾶλλον δὲ κακίας τὰ πρῶτα καὶ τὰ νικητήρια τῆς
τοῦ κατὰ Ῥώμην τυράννου κακοτροπίας ἀπενηνεγμένος·
γοήτων τε γὰρ καὶ μάγων οἱ πρῶτοι τῆς ἀνωτάτω παρ᾿
αὐτῷ τιμῆς ἠξίωντο, ψοφοδεοῦς ἐς τὰ μάλιστα καὶ δεισιδαι-
μονεστάτου καθεστῶτος τήν τε περὶ τὰ εἴδωλα καὶ τοὺς
δαίμονας περὶ πολλοῦ τιθεμένου πλάνην· μαντειῶν γοῦν
δίχα καὶ χρησμῶν οὐδὲ μέχρις ὄνυχος ὡς εἰπεῖν τολμᾶν τι
κινεῖν οἷός τε ἦν· οὗ χάριν καὶ τῷ καθ᾿ ἡμῶν σφοδρό-
τερον ἢ οἱ πρόσθεν καὶ πυκνότερον ἐπετίθετο διωγμῷ, νεὼς
κατὰ πᾶσαν πόλιν ἐγείρειν καὶ τὰ χρόνου μήκει καθῃρημένα
τεμένη διὰ σπουδῆς ἀνανεοῦσθαι προστάττων, ἱερέας τε
εἰδώλων κατὰ πάντα τόπον καὶ πόλιν καὶ ἐπὶ τούτων ἑκάστης
ἐπαρχίας ἀρχιερέα τῶν ἐν πολιτείαις ἕνα γέ τινα τῶν μάλιστα
ἐμφανῶς διὰ πάσης ἐμπρέψαντα λειτουργίας μετὰ στρατιω-
τικοῦ στίφους καὶ δορυφορίας ἐκτάσσων, ἀνέδην τε πᾶσιν
γόησιν, ὡς ἂν εὐσεβέσιν καὶ θεῶν προσφιλέσιν, ἡγεμονίας
καὶ τὰς μεγίστας προνομίας δωρούμενος. ἐκ δὴ τούτων
ὁρμώμενος, πόλιν μὲν οὐ μίαν οὐδὲ χώραν, ὅλας δὲ ἄρδην
τὰς ὑπ᾿ αὐτὸν ἐπαρχίας χρυσοῦ καὶ ἀργύρου καὶ χρημάτων
ἀμυθήτων εἰσπράξεσιν ἐπισκήψεσίν τε βαρυτάταις καὶ
ἄλλοτε ἄλλαις καταδίκαις ἠνία καὶ κατεπίεζεν. τῶν γε μὴν
εὐπόρων τὰς ἐκ προγόνων περιποιηθείσας οὐσίας ἀφαιρού-
μενος, πλούτους ἀθρόως καὶ σωροὺς χρημάτων τοῖς ἀμφ᾿
αὐτὸν κόλαξιν ἐδωρεῖτο. παροινίας γε μὴν καὶ μέθης
ἐς τοσαύτην ἠνέχθη φοράν, ὡς ἐν τοῖς πότοις παρακόπτειν
καὶ τῶν φρενῶν παρεξίστασθαι τοιαῦτά τε μεθύοντα προστάτ-
τειν, οἷα ἀνανήψαντα αὐτὸν τῇ ὑστεραίᾳ εἰς μετάμελον
ἄγειν· κραιπάλης δὲ καὶ ἀσωτίας μηδενὶ καταλιπὼν
ὑπερβολήν, κακίας διδάσκαλον τοῖς ἀμφ᾿ αὐτὸν ἄρχουσί τε
καὶ ἀρχομένοις ἑαυτὸν καθίστη, θρύπτεσθαι μὲν τὸ στρατιω-
τικὸν διὰ πάσης τρυφῆς τε καὶ ἀκολασίας ἐνάγων, ἡγεμόνας
δὲ καὶ στρατοπεδάρχας δι᾿ ἁρπαγῶν καὶ πλεονεξίας χωρεῖν
κατὰ τῶν ὑπηκόων μόνον οὐχὶ συντυραννοῦντας αὐτῷ
προκαλούμενος. τί δεῖ τὰς ἐμπαθεῖς τἀνδρὸς αἰσχρουρ-
γίας μνημονεύειν ἢ τῶν πρὸς αὐτοῦ μεμοιχευμένων ἀπαριθ-
μεῖσθαι τὴν πληθύν; οὐκ ἦν γέ τοι πόλιν αὐτὸν παρελθεῖν
μὴ οὐχὶ ἐκ παντὸς φθορὰς γυναικῶν παρθένων τε ἁρπαγὰς
εἰργασμένον. κατὰ πάντων γέ τοι αὐτῷ ταῦτα προυχώρει,
μὴ ὅτι μόνων Χριστιανῶν· οἳ θανάτου καταφρονήσαντες
παρ᾿ οὐθὲν αὐτοῦ τὴν τοσαύτην ἔθεντο τυραννίδα. οἱ μὲν γὰρ
ἄνδρες ἀνατλάντες πῦρ καὶ σίδηρον καὶ προσηλώσεις θῆράς
τε ἀγρίους καὶ θαλάττης βυθοὺς ἀποτομάς τε μελῶν καὶ
καυτῆρας καὶ ὀφθαλμῶν κεντήσεις τε καὶ ἐξορύξεις καὶ τοῦ
παντὸς σώματος ἀκρωτηριασμοὺς λιμόν τε ἐπὶ τούτοις καὶ
μέταλλα καὶ δεσμά, ἐπὶ πάντων μᾶλλον ὑπομονὴν τὴν ὑπὲρ
εὐσεβείας ἐνεδείξαντο ἢ τὸ σέβας τὸ εἰς θεὸν εἰδώλοις
ἀντικατηλλάξαντο αἱ δ᾿ αὖ γυναῖκες οὐχ ἧττον τῶν
ἀνδρῶν ὑπὸ τῆς τοῦ θείου λόγου διδασκαλίας ἠρρενωμέναι,
αἳ μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι ἴσα τῆς
ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἳ δὲ ἐπὶ φθορὰν ἑλκόμεναι
θᾶττον τὴν ψυχὴν θανάτῳ ἢ τὸ σῶμα τῇ φθορᾷ παραδεδώ-
κασιν. μόνη γοῦν τῶν ὑπὸ τοῦ τυράννου μεμοιχευμένων
Χριστιανὴ τῶν ἐπ᾿ Ἀλεξανδρείας ἐπισημοτάτη τε καὶ
λαμπροτάτη τὴν ἐμπαθῆ καὶ ἀκόλαστον Μαξιμίνου ψυχὴν
δι᾿ ἀνδρειοτάτου παραστήματος ἐξενίκησεν, ἔνδοξος μὲν τὰ
ἄλλα πλούτῳ τε καὶ γένει καὶ παιδείᾳ, πάντα γε μὴν δεύτερα
σωφροσύνης τεθειμένη· ἣν καὶ πολλὰ λιπαρήσας, κτεῖναι
μὲν ἑτοίμως θνῄσκειν ἔχουσαν οὐχ οἷός τε ἦν, τῆς ἐπιθυμίας
μᾶλλον τοῦ θυμοῦ κατακρατούσης αὐτοῦ, φυγῇ δὲ ζημιώσας
πάσης ἀφείλετο τῆς οὐσίας. μυρίαι δὲ ἄλλαι πρὸς τῶν
κατ᾿ ἔθνος ἀρχόντων, πορνείας ἀπειλὴν μηδ᾿ ἀκοῦσαι
δεδυνημέναι, πᾶν εἶδος βασάνων καὶ στρεβλώσεων καὶ
θανατηφόρου κολάσεως ὑπέστησαν. θαυμασταὶ μὲν οὖν καὶ
αὗται, ὑπερφυῶς γε μὴν θαυμασιωτάτη ἡ ἐπὶ Ῥώμης
εὐγενεστάτη τῷ ὄντι καὶ σωφρονεστάτη γυνὴ πασῶν αἷς
ἐμπαροινεῖν ὁ ἐκεῖσε τύραννος Μαξέντιος, τὰ ὅμοια Μαξιμίνῳ
δρῶν, ἐπειρᾶτο. ὡς γὰρ ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ
τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο (Χριστιανὴ δὲ
καὶ αὕτη ἦν), τόν τε ἄνδρα τὸν αὐτῆς, καὶ ταῦτα Ῥωμαίων
ὄντα ἔπαρχον, τοῦ δέους ἕνεκα λαβόντας ἄγειν αὐτὴν ἐπιτρέ-
ψαντα, ἐς βραχὺ ὑποπαραιτησαμένη, ὡς ἂν δὴ κατακοσμη-
θείη τὸ σῶμα, εἴσεισιν ἐπὶ τοῦ ταμιείου καὶ μονωθεῖσα ξίφος
καθ᾿ ἑαυτῆς πήγνυσιν, θανοῦσά τε παραχρῆμα, τὸν μὲν
νεκρὸν τοῖς προαγωγοῖς καταλιμπάνει, ἔργοις δ᾿ αὐτοῖς
ἁπάσης φωνῆς γεγωνοτέροις, ὅτι μόνον χρημάτων ἀήττητόν
τε καὶ ἀνώλεθρον ἡ παρὰ Χριστιανοῖς ἀρετὴ πέφυκεν, εἰς
πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετὰ ταῦτα
γενησομένους ἐξέφηνεν. τοσαύτη δῆτα κακίας φορὰ
ὑφ᾿ ἕνα καὶ τὸν αὐτὸν συνηνέχθη καιρὸν πρὸς τῶν δύο
τυράννων ἀνατολὴν καὶ δύσιν διειληφότων κατεργασθεῖσα·
τίς δ᾿ ἂν τὴν τῶν τοσούτων διερευνώμενος αἰτίαν διστάξαι
μὴ οὐχὶ τὸν καθ᾿ ἡμῶν διωγμὸν ἀποφήνασθαι; ὅτε γε
μάλιστα οὐ πρότερον τὰ τῆς τοσῆσδε πέπαυτο συγχύσεως
ἢ Χριστιανοὺς τὰ τῆς παρρησίας ἀπολαβεῖν.
Διὰ παντός γέ τοι τοῦ κατὰ τὸν διωγμὸν δεκαέτους
χρόνου τῶν εἰς ἐπιβουλὴν καὶ πόλεμον τὸν κατ᾿ ἀλλήλων
οὐδὲν αὐτοὺς διαλέλοιπεν. ἄπλωτα μὲν τὰ κατὰ θάλατταν
ἦν οὐδ᾿ ἐξῆν ποθεν καταπλεύσαντας μὴ οὐχὶ πάσαις αἰκίαις
ὑπάγεσθαι στρεβλουμένους καὶ τὰς πλευρὰς καταξαινομένους
βασάνοις τε παντοίαις, μὴ ἄρα παρὰ τῶν δι᾿ ἐναντίας ἐχθρῶν
ἥκοιεν, ἀνακρινομένους καὶ τέλος σταυροῖς ἢ τῇ διὰ πυρὸς
ὑπαγομένους κολάσει· ἀσπίδων ἐπὶ τούτοις καὶ θωρήκων
παρασκευαὶ βελῶν τε καὶ δοράτων καὶ τῆς ἄλλης πολεμικῆς
παρατάξεως ἑτοιμασίαι τριήρων τε καὶ τῶν κατὰ ναυμαχίαν
ὅπλων κατὰ πάντα συνεκροτοῦντο τόπον οὐδ᾿ ἦν ἄλλο τι
παντί τῳ προσδοκᾶν ἢ πολέμων κατὰ πᾶσαν ἔφοδον ἡμέραν.
τούτοις καὶ ὁ μετὰ ταῦτα λιμός τε καὶ λοιμὸς ἐγκατασκήπτει,
περὶ ὧν κατὰ καιρὸν ἱστορήσομεν τὰ δέοντα.
Τοιαῦτ᾿ ἦν τὰ διὰ παντὸς τοῦ διωγμοῦ παρατετακότα,
δεκάτῳ μὲν ἔτει σὺν θεοῦ χάριτι παντελῶς πεπαυμένου,
λωφᾶν γε μὴν μετ᾿ ὄγδοον ἔτος ἐναρξαμένου. ὡς γὰρ τὴν
εἰς ἡμᾶς ἐπισκοπὴν εὐμενῆ καὶ ἵλεω ἡ θεία καὶ οὐράνιος
χάρις ἐνεδείκνυτο, τότε δῆτα καὶ οἱ καθ᾿ ἡμᾶς ἄρχοντες,
αὐτοὶ δὴ ἐκεῖνοι δι᾿ ὧν πάλαι τὰ τῶν καθ᾿ ἡμᾶς ἐνηργεῖτο
πολέμων, παραδοξότατα μεταθέμενοι τὴν γνώμην, παλινῳ-
δίαν ᾖδον χρηστοῖς περὶ ἡμῶν προγράμμασιν καὶ διατάγμασιν
ἡμερωτάτοις τὴν ἐπὶ μέγα ἁφθεῖσαν τοῦ διωγμοῦ πυρκαϊὰν
σβεννύντες. οὐκ ἀνθρώπινον δέ τι τούτου κατέστη αἴτιον
οὐδ᾿ οἶκτος, ὡς ἂν φαίη τις, ἢ φιλανθρωπία τῶν ἀρχόντων·
πολλοῦ δεῖ· πλείω γὰρ ὁσημέραι καὶ χαλεπώτερα ἀρχῆθεν
καὶ εἰς ἐκεῖνο τοῦ καιροῦ τὰ καθ᾿ ἡμῶν αὐτοῖς ἐπενοεῖτο,
ποικιλωτέραις μηχαναῖς ἄλλοτε ἄλλως τὰς καθ᾿ ἡμῶν αἰκίας
ἐπικαινουργούντων. ἀλλ᾿ αὐτῆς γε τῆς θείας προνοίας
ἐμφανὴς ἐπίσκεψις, τῷ μὲν αὐτῆς καταλλαττομένης λαῷ,
τῷ δ᾿ αὐθέντῃ τῶν κακῶν ἐπεξιούσης. μέτεισιν δ᾿ οὖν
αὐτὸν θεήλατος κόλασις, ἐξ αὐτῆς αὐτοῦ καταρξαμένη
σαρκὸς καὶ μέχρι τῆς ψυχῆς προελθοῦσα. ἀθρόα μὲν
γὰρ περὶ τὰ μέσα τῶν ἀπορρήτων τοῦ σώματος ἀπόστασις
αὐτῷ γίνεται, εἶθ᾿ ἕλκος ἐν βάθει συριγγῶδες καὶ τούτων
ἀνίατος νομὴ κατὰ τῶν ἐνδοτάτω σπλάγχνων· ἀφ᾿ ὧν
ἄλεκτόν τι πλῆθος σκωλήκων βρύειν θανατώδη τε ὀδμὴν
ἀποπνεῖν, τοῦ παντὸς ὄγκου τῶν σωμάτων ἐκ πολυτροφίας
αὐτῷ καὶ πρὸ τῆς νόσου εἰς ὑπερβολὴν πλήθους πιμελῆς
μεταβεβληκότος, ἣν τότε κατασαπεῖσαν ἀφόρητον καὶ φρικτο-
τάτην τοῖς πλησιάζουσιν παρέχειν τὴν θέαν. ἰατρῶν δ᾿
οὖν οἳ μὲν οὐδ᾿ ὅλως ὑπομεῖναι τὴν τοῦ δυσώδους ὑπερβάλ-
λουσαν ἀτοπίαν οἷοί τε, κατεσφάττοντο, οἳ δὲ διῳδηκότος
τοῦ παντὸς ὄγκου καὶ εἰς ἀνέλπιστον σωτηρίας ἀποπεπτω-
κότος μηδὲν ἐπικουρεῖν δυνάμενοι, ἀνηλεῶς ἐκτείνοντο.
Καὶ δὴ τοσούτοις παλαίων κακοῖς συναίσθησιν τῶν
κατὰ τῶν θεοσεβῶν αὐτῷ τετολμημένων ἴσχει, συναγαγὼν
δ᾿ οὖν εἰς ἑαυτὸν τὴν διάνοιαν, πρῶτα μὲν ἀνθομολογεῖται
τῷ τῶν ὅλων θεῷ, εἶτα τοὺς ἀμφ᾿ αὐτὸν ἀνακαλέσας, μηδὲν
ὑπερθεμένους τὸν κατὰ Χριστιανῶν ἀποπαῦσαι διωγμὸν
νόμῳ τε καὶ δόγματι βασιλικῷ τὰς ἐκκλησίας αὐτῶν οἰκο-
δομεῖν ἐπισπέρχειν καὶ τὰ συνήθη διαπράττεσθαι, εὐχὰς
ὑπὲρ τοῦ βασιλείου ποιουμένους, προστάττει. αὐτίκα
γοῦν ἔργου τῷ λόγῳ παρηκολουθηκότος, ἥπλωτο κατὰ
πόλεις βασιλικὰ διατάγματα, τὴν παλινῳδίαν τῶν καθ᾿
ἡμᾶς τοῦτον περιέχοντα τὸν τρόπον·
«Αὐτοκράτωρ Καῖσαρ Γαλέριος Οὐαλέριος Μαξιμιανὸς
ἀνίκητος Σεβαστός, ἀρχιερεὺς μέγιστος, Γερμανικὸς μέγιστος,
Αἰγυπτιακὸς μέγιστος, Θηβαϊκὸς μέγιστος, Σαρματικὸς
μέγιστος πεντάκις, Περσῶν μέγιστος δίς, Κάρπων μέγιστος
ἑξάκις, Ἀρμενίων μέγιστος, Μήδων μέγιστος, Ἀδιαβηνῶν
μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ εἰκοστόν, αὐτοκράτωρ τὸ
ἐννεακαιδέκατον, ὕπατος τὸ ὄγδοον, πατὴρ πατρίδος,
ἀνθύπατος· καὶ Αὐτοκράτωρ Καῖσαρ Φλαύιος Οὐαλέριος
Κωνσταντῖνος εὐσεβὴς εὐτυχὴς ἀνίκητος Σεβαστός, ἀρχιερεὺς
μέγιστος, δημαρχικῆς ἐξουσίας, αὐτοκράτωρ τὸ πέμπτον,
ὕπατος, πατὴρ πατρίδος, ἀνθύπατος.
«Μεταξὺ τῶν λοιπῶν, ἅπερ ὑπὲρ τοῦ χρησίμου καὶ
λυσιτελοῦς τοῖς δημοσίοις διατυπούμεθα, ἡμεῖς μὲν βεβου-
λήμεθα πρότερον κατὰ τοὺς ἀρχαίους νόμους καὶ τὴν
δημοσίαν ἐπιστήμην τὴν τῶν Ῥωμαίων ἅπαντα ἐπανορθώ-
σασθαι καὶ τούτου πρόνοιαν ποιήσασθαι ἵνα καὶ οἱ Χριστια-
νοί, οἵτινες τῶν γονέων τῶν ἑαυτῶν καταλελοίπασιν τὴν
αἵρεσιν, εἰς ἀγαθὴν πρόθεσιν ἐπανέλθοιεν. ἐπείπερ τινὶ
λογισμῷ τοσαύτη αὐτοὺς πλεονεξία κατειλήφει ὡς μὴ
ἕπεσθαι τοῖς ὑπὸ τῶν πάλαι καταδειχθεῖσιν, ἅπερ ἴσως
πρότερον καὶ οἱ γονεῖς αὐτῶν ἦσαν καταστήσαντες, ἀλλὰ
κατὰ τὴν αὐτῶν πρόθεσιν καὶ ὡς ἕκαστος ἐβούλετο, οὕτως
ἑαυτοῖς καὶ νόμους ποιῆσαι καὶ τούτους παραφυλάσσειν καὶ
ἐν διαφόροις διάφορα πλήθη συνάγειν. τοιγαροῦν τοιούτου
ὑφ᾿ ἡμῶν προστάγματος παρακολουθήσαντος ὥστε ἐπὶ τὰ
ὑπὸ τῶν ἀρχαίων κατασταθέντα ἑαυτοὺς μεταστήσαιεν,
πλεῖστοι μὲν κινδύνῳ ὑποβληθέντες, πλεῖστοι δὲ ταραχθέντες
παντοίους θανάτους ὑπέφερον· καὶ ἐπειδὴ τῶν πολλῶν
τῇ αὐτῇ ἀπονοίᾳ διαμενόντων ἑωρῶμεν μήτε τοῖς θεοῖς τοῖς
ἐπουρανίοις τὴν ὀφειλομένην θρῃσκείαν προσάγειν αὐτοὺς
μήτε τῷ τῶν Χριστιανῶν προσέχειν, ἀφορῶντες εἰς τὴν
ἡμετέραν φιλανθρωπίαν καὶ τὴν διηνεκῆ συνήθειαν δι᾿ ἧς
εἰώθαμεν ἅπασιν ἀνθρώποις συγγνώμην ἀπονέμειν, προθυ-
μότατα καὶ ἐν τούτῳ τὴν συγχώρησιν τὴν ἡμετέραν ἐπεκ-
τεῖναι δεῖν ἐνομίσαμεν, ἵνα αὖθις ὦσιν Χριστιανοὶ καὶ τοὺς
οἴκους ἐν οἷς συνήγοντο συνθῶσιν οὕτως ὥστε μηδὲν
ὑπεναντίον τῆς ἐπιστήμης αὐτοὺς πράττειν. δι᾿ ἑτέρας δὲ
ἐπιστολῆς τοῖς δικασταῖς δηλώσομεν τί αὐτοὺς παραφυ-
λάξασθαι δεήσει· ὅθεν κατὰ ταύτην τὴν συγχώρησιν
τὴν ἡμετέραν ὀφείλουσιν τὸν ἑαυτῶν θεὸν ἱκετεύειν περὶ
τῆς σωτηρίας τῆς ἡμετέρας καὶ τῶν δημοσίων καὶ τῆς
ἑαυτῶν, ἵνα κατὰ πάντα τρόπον καὶ τὰ δημόσια παρασχεθῇ
ὑγιῆ καὶ ἀμέριμνοι ζῆν ἐν τῇ ἑαυτῶν ἑστίᾳ δυνηθῶσι.»
Ταῦτα κατὰ τὴν Ῥωμαίων φωνήν, ἐπὶ τὴν Ἑλλάδα
γλῶτταν κατὰ τὸ δυνατὸν μεταληφθέντα, τοῦτον εἶχεν τὸν
τρόπον. τί δὴ οὖν ἐπὶ τούτοις γίνεται, ἐπιθεωρῆσαι καιρός.
Ἀλλ᾿ ὁ μὲν τῆς γραφῆς αἴτιος μετὰ τὴν τοιάνδε ὁμολογίαν
αὐτίκα καὶ οὐκ εἰς μακρὸν τῶν ἀλγηδόνων ἀπαλλαγεὶς μεταλλάττει
τὸν βίον. τοῦτον δὴ λόγος ἔχει πρῶτον αἴτιον τῆς τοῦ διωγμοῦ κατασ-
τῆναι συμφορᾶς, ἔτι πάλαι πρὸ τῆς τῶν λοιπῶν βασιλέων κινήσεως
τοὺς ἐν στρατείαις Χριστιανοὺς καὶ πρώτους γε ἁπάντων τοὺς ἐπὶ τοῦ
ἰδίου οἴκου παρατρέπειν ἐκβεβιασμένον καὶ τοὺς μὲν ἐκ τῆς στρατιω-
τικῆς ἀξίας ἀποκινοῦντα, τοὺς δὲ ἀτιμότατα καθυβρίζοντα, ἤδη δὲ καὶ
θάνατον ἑτέροις ἐπαρτῶντα καὶ τοὔσχατόν γε τοὺς τῆς βασιλείας
κοινωνοὺς ἐπὶ τὸν κατὰ πάντων ἀνακεκινηκότα διωγμόν· ὧν καὶ
αὐτῶν οὐκ ἄξιον τὸ τοῦ βίου τέλος παραδοῦναι σιωπῇ. τεττάρων
οὖν τὴν κατὰ πάντων διειληχότων ἀρχήν, οἱ μὲν χρόνῳ καὶ τιμῇ
προηγούμενοι οὐδ᾿ ὅλοις δυεῖν ἔτεσιν ἐπιγενόμενοι τῷ διωγμῷ μεθίσ-
τανται τῆς βασιλείας, ᾗ καὶ πρόσθεν ἡμῖν δεδήλωται, καὶ δὴ τὸν
ἐπίλοιπον τοῦ βίου χρόνον δημώδει καὶ ἰδιωτικῷ τρόπῳ διαγενόμενοι
τέλος τοιόνδε τῆς ζωῆς εἰλήχασιν, ὁ μὲν τιμῇ τε καὶ χρόνῳ τῶν
πρωτείων ἠξιωμένος μακρᾷ καὶ ἐπιλυποτάτῃ τῇ τοῦ σώματος ἀσθενείᾳ
διεργασθείς, ὁ δὲ τὰ δεύτερα αὐτοῦ φέρων ἀγχόνῃ τὴν ζωὴν ἀπορρήξας,
κατά τινα δαιμονίαν προσημείωσιν τοῦτο παθὼν διὰ πλείστας αὐτῷ
τετολμημένας ῥᾳδιουργίας. τῶν δὲ μετὰ τούτους ὁ μὲν ὕστατος,
ὃν δὴ καὶ ἀρχηγὸν τοῦ παντὸς ἔφαμεν γεγονέναι διωγμοῦ, τοιαῦτα
οἷα καὶ προδεδηλώκαμεν πέπονθεν, ὁ δὲ τοῦτον προάγων χρηστότατος
καὶ ἠπιώτατος βασιλεὺς Κωνστάντιος, ἐπαξίως τῆς ἡγεμονίας τὸν
ἅπαντα τῆς ἀρχῆς διατελέσας χρόνον [ἀλλὰ] καὶ τἄλλα τοῖς πᾶσι
δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτόν, ἀτὰρ καὶ τοῦ
καθ᾿ ἡμῶν πολέμου ἔξω γενόμενος καὶ τοὺς ὑπ᾿ αὐτὸν θεοσεβεῖς
ἀβλαβεῖς καὶ ἀνεπηρεάστους διαφυλάξας καὶ μήτε τοὺς οἴκους τῶν
ἐκκλησιῶν καθελὼν μήθ᾿ ἕτερόν τι μηδ᾿ ὅλως καθ᾿ ἡμῶν ἐπικαι-
νουργήσας, τέλος εὔδαιμον καὶ τρισμακάριον ὄντως ἀπείληφεν τοῦ
βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ
διαδόχῳ τῆς βασιλείας γνησίῳ παιδὶ τὰ πάντα σωφρονεστάτῳ καὶ
εὐσεβεστάτῳ τελευτήσας· ὃς εὐθὺς ἀρχόμενος βασιλεὺς τελεώ-
τατος καὶ Σεβαστὸς πρὸς τῶν στρατοπέδων ἀναγορευθείς, ζηλωτὴν
ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο.
τοιαύτη τῶν προαναγεγραμμένων τεττάρων ἡ τοῦ βίου ἔκβασις, κατὰ
παρηλλαγμένους χρόνους γεγενημένη. τούτων δὴ μόνος ἔτι λείπων
ὁ μικρῷ πρόσθεν ἡμῖν εἰρημένος σὺν τοῖς μετὰ ταῦτα εἰς τὴν ἀρχὴν
εἰσποιηθεῖσι τὴν προδεδηλωμένην ἐξομολόγησιν διὰ τοῦ προεκτεθέντος
ἐγγράφου λόγου τοῖς πᾶσι φανερὰν κατεστήσαντο.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου