Eρωτοαποκρίσεις
Ἀπόκρισις
Πρῶτον καί πρό πάντων δοξάζω τήν ἁγίαν καί ὁμοούσιον Τριάδα λέγων' δόξα
Πατρί καί Ὑὶῷ καί ἁγίῳ Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν
αἰώνων. Ἀμήν. Οὐκ ἀκαίρως δέ προεσημειωσάμην ἐν τοῖς προοίμιοις τήν
τοιαύτην δοξολογίαν, ἀλλά δεικνύων τῷ μισοκάλῳ δαίμονι ὅτι ἐν ταῖς παρ᾿
αὐτοῦ φαινομέναις φαντασίαις, οὐδέν φαίνεται τῆς τοιαύτης δοξολογίας,
ἀλλά ταραχή καί λύπη καί ἀδημονία. Λοιπόν, ἀδελφέ, ἔλθωμεν εἰς τήν τοῦ
Θεοῦ εὐχαριστίαν, ἐπί τῇ λυτρώσει τοῦ μεγάλου πειρασμοῦ τοῦ φθάσαντος
ἡμᾶς ὡς ἀσυνέτους. Καί οὐκ ἀφῆκεν ἡ φιλανθρωπία αὐτοῦ ἀπολεσθῆναι ἡμᾶς
εἰς τέλος“ ἀεί γάρ ἀληθινός ὁ εἰπών' «ζῶ ἐγώ λέγει Κύριος, ὅτι οὐ θέλω
τόν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τό ἐπιστρέψαι καί ζῆν αὐτόν». Τοίνυν τῷ
σώσαντι ἡμᾶς καί ἀεί σώζοντι, δώσωμεν τήν εὐχαριστίαν διαπαντός' ῷ
εὐχαριστοῦσιν Ἄγγελοι, δυνάμεις ὑπερκόσμιοι, στρατιαί ἐπουράνιοι,
Χερουβίμ καί Σεραφείμ ταῖς εὐπρεπεστάταις φωναῖς, ἀκαταπαύστως καί
ἀδιαλείπτως, ἀναβοῶντα καί κεκραγότα καί λέγοντα“ ᾿Ἀγιος, ᾿Ἀγιος, ᾿Ἀγιος
Κύριος Σαβαώθ, καί τά λοιπά.
Κατανοοῦντες οὖν καί ἡμεῖς, εὐχαριστήσωμεν αὐτῶ ᾧ ὁ οὐρανός θρόνος καί ἡ
γῆ ὑποπόδιον“ ῷ πᾷσα κτίσις δουλεύει. Καί ἀπό τῆς προτυπώσεως ταύτης
τῆς Γραφῆς ἀρξώμεθα καί ἡμεῖς εὐχαριστήσωμεν τῷ Πατρί, ὄτι ἠλέησε τόν
κόσμον καί οὐκ ἐφείσατο τοῦ πέμψαι τόν μονογενῆ Ὑὶόν Σωτῆρα καί Λυτρωτήν
τῶν ἡμετέρων ψυχῶν. Εὐχαριστήσωμεν τῷ Ὑὶῷ, ὄτι ἐταπείνωσεν ἑαυτόν
γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δέ σταυροῦ, δι᾿ ἡμᾶς (σελ. 356)
τούς ἀνθρώπους. Εὐχαριστήσωμεν τῷ ἁγίῳ Πνεύματι, τῷ ζωοποιῷ, τῷ
λαλήσαντι ἐν νόμῳ καί προφήταις καί διδασκάλοις' τῷ καταδείξαντι Πέτρον
μετανοήσαντα, καί κελεύσαντι αὐτόν ἀπελθεῖν εἰς Κορνήλιον καί δοξάσαντι
αὐτόν καί δόντι ἐξουσίαν ἐγείρειν νεκρούς, ὡς καί τήν Ταβιθᾷ. Τῷ ἀεί
προλαμβάνοντι καί συντρίβοντι τάς παγίδας τοῦ ἐχθροῦ ἀπό τῶν
ἐπικαλουμένων αὐτό, κατά τήν τοῦ Δαβίδ προφητείαν, λέγοντος' «ἡ παγίς
συνετρίβη, καί ἡμεῖς ἐρρύσθη μέν' ἡ βοήθεια ἡ μῶν ἐν ὀνόματι Κυρίου τοῦ
ποιήσαντος τόν οὐρανόν καί τήν γῆν».
Ἰδού οῦν ἠλέησεν ἡμᾶς καί ἰάσατο ἡμᾷς ἀπό τηλικαύτης ἀρρωστίας.
Ἀκούσωμεν αὐτοῦ λέγοντος“ «ἰδού ὑγιής γέγονας, μηκέτι ἀμάρτανε, ἴνα μή
χείρονα πάθῃς». ᾽᾽Ελθώμεν ἐν πᾶσιν εἰς ταπείνωσιν“ ὁ γάρ ταπεινός χαμαί
κεῖται“ καί ὁ κείμενος χαμαί ποῦ ἔχει πεσεῖν; Δῆλον δέ ότι ὁ ἐν τῶ ὔψει,
εὐχερῶς πίπτει. Εἰ ἀπεστράφημεν οὖν καί διωρθώθημεν, οὐκ ἀφ᾿ ἡμῶν
τοῦτο“ Θεοῦ τό δῶρον. «Κύριος γάρ φησιν ἀνορθοῖ κατερραγμένους καί σοφοῖ
τυφλούς» καί τά λοιπά.
Τό δέ γράψαι μοι τό «τίς ἡμᾷς χωρίσει ἀπό τῆς ἀγάπης τοῦ Χριστοῦ;» -
μεγάλου μέτρου ὁ λόγος. Ἰδού γάρ παραμικρόν ἐκόψαμεν τό σχοινίον τῆς
ἀγάπης, τοῦ ἀποθανεῖν καί ἀποστῆναι τοῦ πλοιαρίου τοῦ Χριστοῦ. Ἀλλ᾿ ἴνα
μή ἀπολύσω τήν σφραγίδα καί φλυαρήσω πολλά, καλῶς ἔχει“ νύσσει γάρ μέ
τις λέγων“ «ὄπου σοφοί, μή σοφίζου»᾽ καταπαύσω λοιπόν τόν λόγον.
Ὁς ἀγαπητῷ γνησίῳ ἔγραψα' ταῦτα δέ ποιῶν, φθάνεις τήν ὁδόν τήν ἀπάγουσαν
εἰς τήν αἰώνιον ζωήν, ἐν Χριστῷ Ἰησοῦ τῶ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρί
σύν ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος εἰς τούς αἰῶνας. Ἀμήν.
ρξζ'
Ταῦτα δεξάμενος ὁ Γέρων εἰς πένθος καί δάκρυα ἐπί πολλάς ἡμέρας ἑαυτόν
ἔδωκε“ καί γράφει αὐτῷ ὁ μέγας Γέρων παραμυθούμενος αὐτόν οὔτως.
Ἀπόκρισις
Ἀδελφέ, ὄσα παρῆλθε, βάλωμεν εἰς τά ὀπίσω, κατά τόν ἀποστολικόν λόγον
λέγοντα“ «τά ἀρχαῖα παρῆλθεν, ἰδού γέγονε καινά». Ζεύξώμεν ἑαυτούς
ὁμοθυμαδόν ἐν τῷ χρηστῷ ζυγῷ τοῦ Χριστοῦ καί στερεώσωμεν ἑαυτούς εἰς τήν
τοῦ Χριστοῦ ἀγάπην. Φησί γάρ «ὁ Θεός ἀγάπη ἐστί)). Εἴ τις οὖν ἑαυτόν
λέγει ἔχειν τήν ἀγάπην, μή ἐχέτω τίποτε μισούμενον ἀπό τοῦ Χριστοῦ.
Σπουδάσωμεν οὐν καθαρίσαι τήν καρδίαν ἡμῶν ἀπό τοῦ παλαιοῦ ἀνθρώπου τῶν
παθῶν, ων μισεῖ ὁ Θεός, ότι ναοί αὐτοῦ ἐσμεν καί ἐν ναῷ μεμιασμένῳ
πάθεσιν, οὐ κατοικεῖ τό Θεῖον. Εἰσέλθώμεν οὖν καί ποιήσωμεν τήν μικράν
ἡμῶν ἡσυχίαν' τό ὶκανόν γάρ ἐγένετο͵ Καί δεηθῶμεν, ἴνα κατά τό αὐτοῦ
θέλημα εἴη ὁ ἡσύχιος ἡμῶν βίος, δοξάζοντες τήν ἄχραντον καί ἀγίαν
Τριάδα.






